Δευτέρα, 10 Ιουλίου 2017

ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΡΟΔΟΥ ΝΕΙΛΟΣ Κανονικὲς Ἀποκρίσεις τοῦ Μητροπολίτη Ρόδου Νείλου Διασορηνοῦ.


3. Ἐρώτηση: Τὶ χρή ποιῆσαι μετὰ τὴν θανὴν τῶν μοιχαλίδων τις; Ἀπόκρισις: Μὴ θάπτεσθαι ὑπὸ Ἱερέως, ἐὰν μὴ μετανοήσωσι καὶ χωρισθῶσι ζῶντες, ὥς φησι καὶ ὁ Μέγας Βασίλειος ἐν κανόνι λβ´. Ὅτι καὶ εἰς τὴν νῆσον Ῥόδον, διὰ νὰ εὐλογήσῃ τις Πνευματικὸς μοιχαλίδα, ἐφυλακίσθη ὑπὸ τοῦ ἄρχοντος τῆς νήσου μῆνας ἕξ, ἐκαθῃρέθη ὑπὸ τοῦ ἀρχιερέως· μετὰ παρακλήσεως πλείστης πολλῶν ἀνθρώπων καὶ αὐτοῦ πολλῶν δακρύων, μᾶλλον δὲ διὰ τὴν στέρησιν τῶν πνευματικῶν, ὅτι ἐν τοῖς ὄρεσιν ἦν κατοικῶν ἐν μοναστηρίῳ, ἐσυγχωρήθη τοῦ ἐξαγορεύειν μόνου. Καὶ πρόσεχε, οἱ μοιχοὶ μετὰ ἀφορισμοῦ μὴ ἐσθίειν ἀντίδωρον ἢ κοινωνίας, ἕως οὗ μετανοήσωσι. 18. Ἐρώτηση: Φυλακτάρια, ἢ βοτάνα χωρὶς γοητείας, ἢ ποτήριον εἰς τὴν κεφαλὴν μεθ᾿ ὕδατος, διὰ τὸν ἥλιον, ἢ κουνενὸν εἰς τὸν ὀμφαλόν, τὶ κωλύει διὰ τὸν πόνον; Ἀπόκριση: Φυλακτάρια, ἔχοντα μόνον εὐαγγέλιον χωρὶς χαρακτήρων, ἢ καὶ βότανα χωρὶς γοητείας, ἢ καὶ ποτήριον μεθ᾿ ὕδατος, ἢ κουνενὸν χωρὶς ἐπῳδῆς καὶ γοητείας, ἵνα ἐλευθερωθῇ συντόμως τὸ ἄλγος τοῦ σώματος, ὁ Θεὸς δίδει τὴν ἴασιν, καὶ οὐχ ἁμαρτάνεις, ὅτι οὔκ ἐστι γοητεία τοῦτο· ὁ κανὼν τοὺς γόητας καὶ ἐπῳδοὺς καὶ φαρμακοὺς κωλύει. Εἰ δὲ τὰ φάρμακα, ἕκαστον ἔχει τὴν αὐτοῦ ἐνέργειαν διὰ τήν τοῦ Θεοῦ βοηθείας, ὥσπερ καὶ οἱ ἰατροὶ καὶ ἅγιοι Ἀνάργυροι διὰ τῆς βοτάνης καὶ Θεοῦ δυνάμεως ἐθεράπευον.

ΙΩΑΣΑΦ ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΕΦΕΣΟΥ
Κανονικές Ἀποκρίσεις τοῦ Μητροπολίτη Ἐφέσου Ἰωάσαφ.
44. Ἐρώτηση: Ποῖα ἁμαρτήματα κωλύουσι μὴ εὔχεσθαι ὑπὲρ τοῦ τεθνηκότος; Ἀπόκριση: Ὁ παλακὴν κεκτημένος καὶ μήτε εὐλογηθῆναι βουλόμενος, μήτε ἀποστῆναι ταύτης, ἐὰν ἁρπασθῇ μενῶν ἐν τῇ κακίᾳ, ὁ τοιοῦτος οὔτε κοινωνίας ἀξιωθήσεται, οὔτε λειτουργιῶν· ὁμοίως καὶ ὁ ἐπιμένων τοῖς τόκοις, καὶ συναποθανὼν αὐτοῖς, καὶ ὁ βλασφημῶν καὶ ὑβρίζων τὴν πίστιν καὶ τὸν σταυρὸν καὶ ἐξομολογήσονται, οὔτε κοινωνίας, οὔτε μνημοσύνων ἄξιοι. Φησὶ γὰρ ἡ θεία Γραφὴ ὡς ἀπὸ προσώπου τοῦ θεοῦ· «ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ ὑπὲρ αὐτῶν, οὐκ εἰσακουσθήσομαι αὐτῶν». Ὁ γὰρ ἀπὸ τῶν τοιούτων δεχόμενος τι, ἐμμενόντων τοῖς κακοῖς καὶ μὴ μετανοησάντων, συγκοινωνεῖ τοῖς ἔργοις αὐτῶν. Ἐὰν δὲ προσεύξηται ὑπὲρ αὐτῶν, νομίζει, ὅτι καὶ ὁ Θεὸς [συγ]κοινωνὸς γίνεται τούτοις. Καὶ διὰ τοῦτο τολμᾷ προσεύχεσθαι, μὴ εἰδώς, ὅτι δύσι κακοῖς ἔνοχον ἑαυτὸν ὑποδείκνυσι· λυπεῖ γὰρ τὸν Θεὸν πρῶτον, εἶτα κἀκείνους ποιεῖ μηδὲ νομίζειν κακὸν πράττειν, ἐπειδὴ προσδέχεται τὰ δῶρα αὐτῶν. Τὸ αὐτὸ νόμισον καὶ ἐπὶ ἀδίκων, καὶ ἁρπάγων, καὶ πλεονεκτῶν, ἐὰν μὴ φθάσωσιν ἐξομολογησάμενοι καὶ ἀποστάντες τῶν κακῶν· εἰ γὰρ ὁ Ἠσαῦ κατεκρίθη, καὶ ταῦτα ἀπὸ τῶν οἰκείων προσενεγκῶν, διότι τὰ ἐλάττω καὶ εὐτελῆ προσήνεγκε, πολλῷ μᾶλλον οἱ τοιοῦτοι. 51. Ἐρώτηση: Ἐάν τις διὰ θλίψιν ἄκραν δαρεὶς οἰκείαις χερσί, ἀποθάνῃ, εἰ δὲ καὶ γυνὴ οὖσα τύχῃ, ἔχουσα ἐν γάστρι, τὶ γίνεται; Ἀπόκριση: Τὸν τοιοῦτον ὡς αὐτόχειρον γεγονότα, οὐδὲ ταφῆς ἀξιοῦσθαι δίκαιον, οὐδὲ ψαλμωδίας· πλὴν διὰ φιλανθρωπίαν γίνεται συγκατάβασις ὀλίγη· περὶ δὲ τοῦ ἐμβρύου, εἰ μὲν ἐγγὺς τοῦ καιροῦ ἐστὶ καὶ τετελειωμένον, γίνεται ἀνατομὴ παρὰ τῶν ἰατρῶν εἰ δὲ μῆγε, συνθάπτεται τῇ μητρί. 52. Ἐρωτήσῃ: Ἐὰν εἰς ὄχλησιν καὶ μάχην τύψῃ τις τὸν ἕτερον καιρίως, καὶ τελευτήσῃ ὁ πληγεὶς αὐτῇ τῇ ὥρᾳ, τὶ δεῖ ποιεῖν; Ἀπόκριση. Καὶ λέγομεν ὅτι ὁ μὲν καθυποβάλλεται τοῖς ἐπιτιμίοις τοῦ φονέως· ὁ δὲ ψάλλεται καὶ θάπτεται καὶ μνημονεύεται, ὡς ἔθος [ἐστίν]. 45. Ἐρώτηση: Εἰ ἔστιν ἁμαρτία γοητεύειν πληγὰς ἢ ὀθόνας τιθέναι ἐπάνω τῶν πληγῶν; Ἀπόκριση: Τοῦτο παντελῶς ἀλλότριον ἔνι χριστιανοῦ· εἰ γὰρ καὶ ὀνόματα ἁγίων ἐπιλέγουσιν ἐν τῇ γοητείᾳ, ἀλλὰ πρὸς ἀπάτην ἐξεῦρε τοῦτο ὁ διάβολος, κατὰ μικρὸν ἀπάγων τοὺς χρωμένους ἀπὸ Θεοῦ καὶ πρὸς ἑαυτὸν μεθιστῶν· τοὺς γοῦν τοιούτους οἱ νόμοι ἀφειδῶς κολάζουσιν, ὁμοίως καὶ τοὺς τὰ φυλακτὰ ποιοῦντας, καὶ τοὺς ταῦτα βαστάζοντας κανονίζουσιν οἱ ἅγιοι πατέρες μὴ κοινωνῆσαι ἐπὶ χρόνους ε´· καὶ μετανοίας ς´. Τὸ αὐτό ἐστι καὶ ἐπὶ τῶν ποιούντων τὰς λεγομένας πεντάλφας καὶ διδόντων ἀνθρώποις ἢ κτήνεσι διὰ ἴασιν λύσσης.

ΣΥΜΕΩΝ, ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ Κανονικὲς Ἀποκρίσεις τοῦ Ἁγίου Συμεών Θεσσαλονίκης.


72. Ἐρώτηση: Τινὲς δ᾿ αἰσχροκέρδειαν ἴσως τοὺς προσιόντας πνευματικοὶ κανονίζουσιν ἐλεημοσύνας ποιεῖν, καὶ τὸ δόμα ζητοῦσι. Κωλύουσι δὲ τὸ εὐχέλαια καὶ λειτουργίας ποιεῖν διὰ ζημίαν τῶν ἱερέων, εἰ καὶ καλὸν εἶναι τούτοις δοκεῖ τὸ τοιοῦτον. Ποῖον δὲ ἐκ τούτων τὸ κρεῖσσον; Ἀπόκριση: Τὸ τοὺς πνευματικοὺς Πατέρας ἐκδιδάσκειν τοὺς δι᾿ ἐξαγόρευσιν πλημμελημάτων αὐτοῖς προσιόντας, ἐλεημοσύνας ποιεῖν καὶ αἰχμαλώτων ἐλευθερίας, εὐχέλαιά τε καὶ λειτουργίας καὶ λοιπὰ ὅμοια, ἀγαθὸν καὶ ὑπὸ τῶν Πατέρων τεταγμένον, καὶ λίαν ἐπωφελές· καὶ ὅσῳπερ διεγείρει τίς τινα πρὸς τὰ ὑπὲρ αὐτοῦ θεῖα ἔργα, εἴτε πρόθυμον εὐρὼν, εἴτε μὴ πρόθυμον διεγείρας πολλὴν αὐτῷ προξενεῖ τὴν ὠφέλειαν, καὶ κοινωνὸς ἔσται τῷ ἐνεργοῦντι τοῦ μισθοῦ. Καὶ χρὴ οὐ μόνον ἡμαρτηκότας πρὸς ἔλεον καὶ τὰ λοιπὰ διεγείρειν, ἀλλὰ καὶ τὸν μὴ πλημμελήσαντα ἀδελφόν, ὅπερ ἐστὶν ἀδύνατον μὴ ἁμαρτῆσαί τινα. Ὅμως εἰ καὶ δικαίως βιῶν ἐστί τις, καὶ τούτου δίκαιος ἔσται, ἐκ τοῦ τὰ ἔργα τῆς δικαιοσύνης ποιεῖν. Δικαιοσύνη δὲ ἀπονέμειν τῷ Θεῷ καὶ τῷ ἀδελφῷ καθὰ διδασκόμεθα τὰ τῆς ὀφειλῆς καὶ ἀγάπης. Ἀγάπη δὲ εἰς Θεὸν καὶ τὸ καθαρεύειν μὲν καὶ προσεύχεσθαι καὶ ἀνυμνεῖν αὐτὸν καὶ δοξολογεῖν, καὶ προστρέχειν αὐτοῦ τοῖς θείοις ναοῖς. Πρὸς τούτοις δὲ καὶ τὸ προσάγειν αὐτῷ ἐξ ὧν λαμβάνομεν παρ᾿ αὐτοῦ, εἰς δόξαν αὐτοῦ καὶ τιμὴν καὶ ἡμετέραν κάθαρσιν, καὶ τοῦ θείου ἁγιασμοῦ μετοχήν. Καὶ ἐν τοῖς ἀδελφοῖς δὲ οὐ μόνον διὰ τῆς ἀμνησικάκου γνώμης καὶ καλῆς διαθέσεως καὶ τρόπου εἰρηνικοῦ, καὶ συνεργίας τῆς διὰ λόγων καὶ ἐπαίνων καὶ ἐγκωμίων, ἀπονέμειν τὸ ὀφειλόμενον, ἀλλὰ καὶ δι᾿ ἔργων τοῦτο δεικνύναι, ἐν τῷ τρέφειν πεινῶντα, καὶ ποτίζειν διψῶντα, καὶ ξένον συνάγειν, καὶ γυμνὸν περιβάλλειν, καὶ ἀσθενῆ ἐπισκέπτεσθαι, καὶ τῶν ἐν φυλακῇ προνοεῖσθαι, ὡς ἐδίδαξεν ὁ Σωτήρ, δι᾿ ὧν καὶ εὐλογημένους καλεῖ τοὺς τὰ τοιαῦτα δρῶντας, καὶ τὴν βασιλείαν αὐτοῖς χαρίζεται. Ἀναγκαιότατον οὖν, ὡς εἴρηται, τὸ ἀγαθοεργεῖν ἐκδιδάσκειν, καὶ ἐλεημοσύνας καὶ θυσίας ἱερὰς ἐκτελεῖν τοὺς ἀδελφούς. Καὶ τοῖς ἐγκλήμασι μὲν ὑποκειμένοις ὡς κανόνα τοῦτο διδόναι χρὴ, τοὺς λοιποὺς δὲ τοῦτο παραινεῖν ποιεῖν καὶ μὴ ἐνεχομένους ἐγκλήμασι, διά τε τὴν πρὸς Θεὸν ὀφειλήν, καὶ τὸ μὴ ἀναμάρτητόν τινα εἶναι. Καὶ ὑπὲρ γονέων δὲ καὶ συγγενῶν καὶ λοιπῶν ἄλλων εὐσεβῶν ὀφείλειν προσφέρειν Θεῷ πάντας, καὶ ὑπὲρ τιμῆς καὶ μνήμης ἁγίων, ὡς ἂν μεσίτας ἐκεῖσε εὕροιμεν καὶ συγκοινωνοὺς τῆς δόξῃς Χριστοῦ. Καὶ ταῦτα μὲν διδάσκειν τοὺς προσιόντας θεοφιλῶς ἐνεργεῖν· οὐ μὴν δὲ τοὺς πνευματικοὺς Πατέρας ἐπὶ κέρδει τοῦτο ποιεῖν, τά τοῦ Θεοῦ νοσφιζομένους· ζημία γὰρ αὐτοῖς ἡ μεγίστη, καὶ λόγον ἀπαιτηθήσονται. Καὶ οἱ μὲν διδόντες ἐκεῖνο ποιοῦσι τὸ τῶν ῥιπτόντων τὰ ὑπάρχοντα παρὰ τοὺς πόδας τῶν ἀποστόλων οἱ δέ γε παρακρατοῦντες, ὅπερ σὺν τῇ Σαπφείρᾳ ὁ Ἀνανίας, καὶ χεῖρον· ἐπεὶ ἐκεῖνος ἐκ τῶν ἰδίων ἐνοσφίσατο. Οὗτος γὰρ ὁ Ἀνανίας ἐπαγγειλάμενος ἅπαν δοῦναι τὸ τοῦ κτήματος τίμημα, καὶ νοσφισάμενος ἐξ αὐτοῦ,

ΕΡΩΤΗΣΕΙΣ ΜΟΝΑΧΩΝ ΤΙΝΩΝ ΕΞΩ ΤΗΣ ΠΟΛΕΩΣ ΑΣΚΟΥΜΕΝΩΝ ΚΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ ΕΠΙ ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΝΙΚΟΛΑΟΥ (1086-1111)


Ἐρώτησις α´ εἰς Νικόλαον Κωνσταντινουπόλεως.
Ὅτι ἀχειροτονήτος μοναχὸς ἀναγινώσκειν ἐπ᾿ ἄμβωνος κεκώλυται, οὐ μὴν καὶ εἰσιέναι εἰς τὸ θυσιαστήριον. Ἐρώτησις. Εἰ χρὴ μοναχὸν εἰσιέναι εἰς τὸ ἅγιον θυσιαστήριον, κωλύει γὰρ τοῦτο ὁ λγ´ κανὼν τῆς ἐν τῷ Τρούλλῳ ἁγίας συνόδου, ὅς καὶ οὐ παραχωρεῖ ἐπὶ ἄμβωνος ψάλλειν ἢ ἀναγινώσκειν ἀσφράγιστόν τινα ἢ μοναχόν· ὁμοίως καὶ ὁ τῆς ἐν Λαοδικίᾳ κανὼν ιε´ καὶ ὁ κα´ καὶ ὁ τῆς ἐν Νικαίᾳ τὸ δεύτερον κανὼν ιδ´. Ἀπόκρισις. Τὸ μὲν δίχα χειροθεσίας ἐπὶ ἄμβωνος ὡς ἀναγνώστην ποιῆσαι τὸν μοναχὸν τὰς τοῦ ἀναγνώστου ὑπηρεσίας, κεκώλυται τὸ δὲ εἰς θυσιαστήριον εἰσιέναι, χάριν ὑφάψεως κηρίου ἢ κανδήλας, τὸν μηδενὶ ἐγκλήματι γενόμενον ἔνοχον, οὐκ οἶμαι δεῖν κωλυθῆναι, διὰ τὴν τοῦ μοναχικοῦ σχήματος σεμνότητα.
Ἐρώτησις β´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ κλίνομεν γόνυ ἐν σαββάτῳ.
Ἐρώτησις. Εἰ χρὴ μὴ κλίνειν ἐν σαββάτῳ γόνυ, ὥσπερ οὐδὲ ἐν Κυριακῇ, ἢ Πεντηκοστῇ. Ἀπόκρισις. Ἀπὸ τοῦ κανόνος μὲν οὐ κεκώλυται· οἱ πολλοὶ δὲ διὰ τὸ μὴ ἐπακολουθεῖν ἐν σαββάτῳ νηστείαν, οὐδὲ γόνυ κλίνουσιν.
Ἐρώτησις γ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ χρὴ τὴν ἐν τῷ Αὐγούστῳ νηστείαν.
Ἐρώτησις. Εἰ χρὴ τὴν ἐν τῷ Αὐγούστῳ νηστείαν ἐπιτελεῖν. Ἀπόκρισις. Ἦν ἡ νηστεία πρότερον ἐν τῷ καιρῷ τούτω· μετετέθη δὲ διὰ τὸ μὴ περιπίπτειν ταῖς κατὰ τὸν καιρὸν τοῦτον γινομέναις ἐθνικαῖς νηστείας. Πλὴν καὶ ἔτι πολλοὶ τῶν ἀνθρώπων ταύτην τὴν νηστείαν νηστεύουσιν.
Ἐρώτησις δ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ δεῖ τὸν δαιμονιζόμενον μεταλαμβάνειν.
Ἐρώτησις. Εἰ δεῖ τὸν δαιμονιζόμενον μεταλαμβάνειν τῶν ἁγιασμάτων· ὁ μὲν γὰρ ἅγιος Τιμόθεος, εἰς τὰς πρὸς αὐτὸν ἐρωτήσεις εἶπεν ἄλλως, καὶ οἱ ἅγιοι Ἀπόστολοι ἄλλως, καὶ οἱ μεταγενέστεροι ἄλλως. Ἀπόκρισις. Εἰ ἀπὸ μέλανος ἐνοχλεῖται χυμοῦ τις, ὡς δαιμονᾷν δοκεῖν, οὐ κωλυθήσεται· εἰ δὲ τῇ ἀληθείᾳ δαιμονῶν ἐστιν, ἥκιστα τῶν ἁγιασμάτων ἀξιωθήσεται, ὅτι οὐδὲ κοινωνία φωτὶ πρὸς σκότος.
Ἐρώτησις ε´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Περὶ κλασμάτων τῆς ὑψωθείσης προσφορᾶς.

ΕΓΚΥΚΛΙΟΣ ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ


Ἐγκύκλιος Ἐπιστολὴ τοῦ Ἁγίου Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως πρὸς τοὺς Ἀρχιερατικοὺς θρόνους τῆς Ἀνατολῆς (867)
Οὐκ ἦν ἄρα, ὡς ἔοικεν, κόρος τῷ πονηρῷ τῶν κακῶν, οὐδέ τι τῶν ἐφευρημάτων καὶ μηχανημάτων πέρας, ἃ κατὰ τοῦ ἀνθρωπίνου γένους ἐξ ἀρχῆς ἀνακινεῖν ἐμελέτησεν. Ἀλλὰ μυρίαις μὲν ὅσαις ἀπάταις πρὸ τῆς ἐν σαρκὶ τοῦ Δεσπότου παρουσίας τὸν ἄνθρωπον ὑπηγάγετο, εἰς ἀλλοφύλους καὶ παρανόμους ἀποβουκολήσας πράξεις, ἐξ ὧν καὶ τὴν κατ᾿ αὐτοῦ τυραννίδα κατὰ κράτος ἀνεδήσατο, μυρίαις δὲ καὶ μετὰ ταῦτα πλάναις καὶ δελεάσμασιν ὑποσκελίζειν καὶ παρασύρειν τοὺς αὐτῷ πειθομένους οὐ διέλιπεν. Ἐντεῦθεν Σίμωνες καὶ Μαρκίωνες, Μοντανοί τε καὶ Μάνητες καὶ ἡ ποικίλη καὶ πολύτροπος τῶν αἱρέσεων θεομαχία ἐπλήθυνεν. Ἐντεῦθεν Ἄρειος καὶ Μακεδόνιος καὶ Νεστόριος, Εὐτυχής τε καὶ Διόσκορος καὶ τὸ λοιπὸν τῆς ἀσεβείας σύνταγμα, καθ᾿ ὧν αἱ ἅγιαι καὶ Οἰκουμενικαὶ συνεκροτήθησαν ἑπτά σύνοδοι καὶ τῶν κατὰ τόπους ἱερῶν καὶ θεοφόρων ἀνδρῶν συνελέγη τὰ συστήματα, τὰς πονηρὰς παραφυάδας τῇ μαχαίρᾳ τοῦ Πνεύματος αὐτορρίζους ἐκθερίσαντες καὶ καθαρὸν παρασκευάσαντες ἀναφυῆναι τῆς Ἐκκλησίας τὸ λήιον. Ἀλλὰ τούτων ἐκποδὼν γεγενημένων καὶ σιγῇ καὶ λήθῃ παραδεδομένων, ἐλπὶς ἀγαθὴ καὶ βαθεῖα τοῖς εὐσεβέσιν ὑπετρέφετο μὴ ἄν ποτε καινοτέρων δυσσεβημάτων ἐφευρετὰς γενέσθαι, ἐν πᾶσιν οἷς ἐπείρασεν ὁ πονηρὸς εἰς τοὐναντίον αὐτῷ τῶν βουλευμάτων περιτραπέντων, μήτε μὴν τῶν ἤδη κατάκρισιν συνοδικῶς δεδεγμένων ὑπερασπιστάς τινας καὶ προμάχους ἀναφανῆναι, τῇ καταστροφῇ καὶ τῶ πάθει τῶν ἀρξάντων καὶ τῶν εἰς μίμησιν ἐκείνων ἐλθεῖν μελετώντων ἀνακοπτομένων. Καὶ ταύταις μὲν ταῖς ἐλπίσιν ὁ εὐσεβὴς λογισμὸς ἐπανεπαύετο, μάλιστα δὲ κατὰ τὴν βασιλεύουσαν πόλιν, ἐν ᾗ πολλὰ Θεοῦ συνεργίᾳ τῶν ἀνελπίστων κατώρθωται, πολλαὶ δὲ γλῶσσαι τὴν προτέραν διαπτυσάμεναι μυσαρότητα τὸν κοινὸν ἁπάντων πλάστην καὶ δημιουργὸν μεθ᾿ ἡμῶν ὑμνεῖν ἐδιδάχθησαν, ὥσπερ ἀπό τινος ὑψηλοῦ καὶ μετεώρου χώρου τὰς τῆς ὀρθοδοξίας πηγὰς τῆς βασιλίδος ἀναδιδούσης, καὶ καθαρὰ τῆς εὐσεβείας τὰ νάματα εἰς τὰ τῆς οἰκουμένης διαρρεούσης πέρατα, καὶ ποταμῶν δίκην ἀρδευούσης τοῖς δόγμασιν τὰς ἐκεῖσε ψυχάς. Αἵτινες χρόνος πολὺς ἐξ οὗ καταξηρανθεῖσαι τοῖς τῆς ἀσεβείας ἢ ἐθελοθρησκείας ὑπεκκαύμασιν καὶ εἰς ἐρήμους καὶ ἀγόνους ἀποχερσωθεῖσαι, ὅμως τὸν τῆς διδασκαλίας ὄμβρον ὑποδεξάμενοι τὸ Χριστοῦ γεώργιον καρποφοροῦσιν ἐνευθυνούμεναι. Καὶ γὰρ οἱ τὴν Ἀρμενίαν οἰκοῦντες, τῷ τῶν Ἰακωβιτῶν ἐνισχημένοι δυσσεβήματι καὶ πρὸς τὸ ὀρθὸν τῆς εὐσεβείας ἀπαυθαδιαζόμενοι κήρυγμα, ἀφ᾿ οὗπερ ἡ πολυάνθρωπος ἐκείνη καὶ ἁγία τῶν Πατέρων ἡμῶν κατὰ Καλχηδόνα συνεκροτήθη σύνοδος, τῶν ὑμετέρων εὐχῶν ἡμῖν ἐπαμυνόντων τὴν μακρὰν ἐκείνην πλάνην ἀποθέσθαι ἐνεδυναμώθησαν. Καὶ λατρεύει σήμερον καθαρῶς καὶ ὀρθοδόξως ἡ τῶν Ἀρμενίων λῆξις τὴν χριστιανῶν λατρείαν, Εὐτυχῆ καὶ Σεβῆρον καὶ Διόσκορον καὶ τοὺς κατὰ τῆς εὐσεβείας πετροβόλους Πέτρους καὶ τὸν Ἁλικαρνασέα Ἰουλιανὸν καὶ πᾶσαν αὐτῶν τὴν πολύσπορον διασποράν, ὡς ἡ καθολικὴ Ἐκκλησία, μυσαττομένη καὶ δεσμοῖς ἀλύτοις τοῦ ἀναθέματος ὑποβάλλουσα. Ἀλλά γε δὴ καὶ Βουλγάρων ἔθνος βαρβαρικὸν καὶ μισόχριστον εἰς τοσαύτην μετέκλινεν ἡμερότητα καὶ θεογνωσίαν, ὥστε τῶν δαιμονίων καὶ πατρῴων ἐκστάντες ὀργίων καὶ τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἀποσκευασάμενοι τὴν πλάνην, εἰς τὴν τῶν χριστιανῶν παραδόξως

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΝΙΚΗΦΟΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ


Κανὼν α´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ ἀντιμινσίου ὅτι πλυνόμενον οὐ κοινοῦται.
Ἐὰν κατὰ ἄγνοιαν πλυθῇ ἀντιμίνσιον, οὐκ ἀποτίθεται τὸν ἁγιασμόν, οὐδὲ βέβηλον γίνεται.
Κανὼν β´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οἱ δίγαμοι οὐ στεφανοῦνται, καὶ τῆς μεταλήψεως ἀπείργονται.
Ὁ δίγαμος οὐ στεφανοῦται, ἀλλὰ καὶ ἐπιτιμᾶται μὴ μεταλαβεῖν τῶν ἀχράντων μυστηρίων ἔτη δύο· ὁ δὲ τρίγαμος, ἔτη πέντε.
Κανὼν γ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ καταμένοντος ἐν νάρθηκι τῆς ἐκκλησίας.
Ὁ ἐξ ἀνάγκης ἐπ᾿ ὀλίγον χρόνον ἐν τῷ νάρθηκι τῆς ἐκκλησίας καταμονὴν ποιησάμενος, οὐ κατακρίνεται. Ἐὰν δὲ χρονίσῃ, αὐτὸς μὲν μετ᾿ ἐπιτιμίων ἐκβληθήσεται, ὁ δὲ ναὸς ἀπολήψεται τὰ οἰκεῖα.
Κανὼν δ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τῆς γινομένης εὐποιΐας ὑπὲρ τῶν ἀδιαθέτως τελευτώντων.
Τῶν ἀδιαθέτως τελευτώντων, χρὴ δέχεσθαι τὰς ὑπὲρ αὐτῶν γινομένας εὐποιΐας, εἴγε καὶ ζῶντες πρόθεσιν εἶχον τοῦ οὕτω ταύτας τελεσθῆναι.
Κανὼν ε´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι ἰχθυοφαγοῦμεν, εἰ τύχοι ὁ Εὐαγγελισμὸς τῇ μεγάλῃ Παρασκευή.
Ἐὰν φθάσῃ ὁ Εὐαγγελισμὸς τῇ μεγάλῃ Πέμπτῃ ἢ τῇ μεγάλῃ Παρασκευῇ, οὐχ ἁμαρτάνομεν οἴνου τηνικαῦτα μεταλαμβάνοτες καὶ ἰχθύων.
Κανὼν ς´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ποῖος ἡγούμενος χειροτονεῖ ὑποδιάκονον;
Ὁ ἔχων εὐχὴν ἡγουμένου, πρεσβύτερος ὤν, χειροτονεῖ ἀναγνώστην καὶ ὑποδιάκονον ἐν τῇ ἰδίᾳ μονῇ.

ΕΠΙΣΤΟΛΗ ΑΓΙΟΥ ΤΑΡΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ



Ἐπιστολὴ τοῦ Ταρασίου Κωνσταντινουπόλεως, πρὸς Ἀδριανὸν Πάπαν Ῥώμης, περὶ τοῦ μὴ ἐπὶ χρήμασι γίνεσθαι τὰς χειροτονίας. Περὶ τοῦ μὴ ἐπὶ χρήμασι γίνεσθαι τὰς χειροτονίας.
Τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ κυρίῳ Ἀδριανῷ, πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης, Ταράσιος ἐλέῳ Θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, ἐν Κυρίῳ χαίρειν. Πολυμερῶς καὶ πολυτρόπως, εὐαγγελικῶς, ἀποστολικῶς τε καὶ πατρικῶς διδασκόμεθα, ἀφιλάργυρον τὸν τρόπον ἔχειν ἐν τῇ τῆς ἱερωσύνης ἁγιστείᾳ καὶ μὴ χρυσίζεσθαι ἢ ἀργυρίζεσθαι ἤ τι σφετερίζεσθαι ἐπὶ χειροτονίᾳ παντὸς ἱερατικοῦ ἀνδρός, ὡς ὑποδείξομεν ἐν ταῖς καθυποτεταγμέναις χρήσεσιν ἀπό τε γραφικῶν θεηγοριῶν καὶ πατρικῶν διδασκαλιῶν. Οἱ γὰρ ἐπιτιθέντες χεῖρας ὑπηρέται τοῦ Πνεύματος εἰσιν, οὐχὶ πρᾶται τοῦ Πνεύματος, δωρεὰν γὰρ λαμβάνοντες τὴν χάριν τοῦ Πνεύματος, δωρεὰν δίδοσθαι τοῖς παρ᾿ αὐτῶν μεταλαμβάνουσιν ἀπεφήναντο, ἐκ τῆς Κυριακῆς φωνῆς ταύτην τὴν ἐλευθεριότητα εἰληφότες. Εἰ δέ τις ἐλεγχθείη χρυσίῳ ταύτην ὠνησάμενος, ἀποκήρυκτον διαγορεύουσι τὸν τοιοῦτον τῆς ἱερατικῆς τάξεως. Εἰ γὰρ καὶ ὀνόματι τὴν ἱερωσύνην κεκλήρωται, ἀλλ᾿ οὖν διαψεύδεται ὁ λόγος ἐπὶ τῷ πράγματι· Οὐδεὶς γὰρ Θεῷ δουλεύειν δύναται καὶ μαμωνᾷ, ὡς εὐαγγελικῶς ἐμάθομεν. Καὶ ἐπειδὴ ἠκούσαμεν προφητικῶς τοῦ Θεοῦ βοῶντος· Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, αὖθίς τε ἐπαπειλοῦντος καὶ λέγοντος· Ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ρομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, τὸ αἷμα ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω, φόβῳ τοῦ τῆς σιωπῆς παραγγέλματος ἤ κατακρίματος, ἀναγγέλλομεν τοῖς προέδροις πᾶσι τῶν καθ᾿ ἡμᾶς ἐκκλησιῶν, ἵνα μετὰ παρρησίας κατὰ τὸν θεῖον ἀπόστολον εἴπωμεν· Καθαροί ἐσμεν ἀπὸ τοῦ αἵματος τῶν παραβαινόντων τὰς κανονικὰς διατάξεις, καὶ πάνυ γε μᾶλλον τῶν ἐπὶ χρήμασι χειροτονησάντων ἢ χειροτονοηθέντων, Πέτρου τοῦ θείου ἀποστόλου, οὗ καὶ τὴν καθέδραν ἐκληρώσατο ἡ ἀδελφικὴ ὑμῶν ἁγιότης, ὡς Σίμωνα τὸν μάγον, τούτους καθελόντος. Τούτου ἕνεκεν οὐχ ὑποστελλόμεθα τοῦ ἀναγγέλλειν τὴν ἀλήθειαν, φυλάττοντες καὶ κρατοῦντες τὰ παρὰ τῶν ἁγίων Ἀποστόλων καὶ τῶν ἀοιδίμων Πατέρων ἡμῶν κανονικῶς ἐκδοθέντα καί, εἴ τι τούτων παρεβάθη ὑπό τινων, βδελυττόμεθα. Ἡ γοῦν ἀδελφικὴ ἡμῶς ἱεροπρεπὴς ἀρχιερωσύνη, ἡ ἐνθέσμως καὶ κατὰ Θεοῦ βούλησιν πρυτανεύουσα τὴν ἱεραρχικὴν ἀγιστείαν, διαβόητος ἔχει την δόξαν. Εἴρηκε γὰρ διὰ τοῦ Προφήτου ὁ μέγας καὶ πρῶτος ἀρχιερεὺς Χριστὸς ὁ Θεὸς ἡμῶν· Ζῶ ἐγώ, ἀλλ᾿ ἢ τοὺς δοξάζοντάς με δοξάδω. Οἶδας γάρ, ἄνευ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, ὅτι φορητοτέρα μᾶλλόν ἐστι Μακεδονίου καὶ τῶν ἀμφ᾿ αὐτὸν Πνευματομάχων ἡ δυσσεβὴς αἵρεσις. Ἐκείνων γάρ κτίσμα καὶ δοῦλον τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἅγιον Πνεῦμα ληρῳδούντων, οὗτοι ἑαυτῶν, ὡς δοκοῦσι, δοῦλον αὐτὸ ποιοῦσι. Πᾶς γὰρ δεσπότης, ὅτι ἂν ἔχοι, εἰ βούλοιτο, πιπράσκει, εἴτε οἰκέτην, εἴτε ἕτερον, ὃ κέκτηται. Ὡσαύτως καὶ ὁ ἀγοράζων, δεσπότης βουλόμενος εἶναι τοῦ ἠγορασμένου, διὰ τιμῆς ἀργυρίου τοῦτο κτᾶται. Οὕτως, οἱ ταύτην τὴν ἄθεσμον πρᾶξιν ἐργαζόμενοι, καταβιβάζουσι τὸ Πνεῦμα τὸ ἅγιον, ἴσα ἁμαρτάνοντες τοῖς βλασφημοῦσιν ἐν Βεελζεβοὺλ ἐκβάλλειν τὰ δαιμόνια τὸν Χριστὸ

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ


Κανὼν α´ τοῦ Ἁγίου Κυρίλλου Ἀλεξανδρείας. Περὶ τοῦ ποτνιωμένου διὰ τὸ ἐκβληθῆναι τῆς ἐπισκοπῆς.
Ἕκαστα τῶν καθ᾿ ἡμᾶς πραγμάτων, ὅταν εὐθὺ φέρηται κανονικῆς ευταξίας, οὐδένα μὲν ἡμῖν ἐντίκτει θόρυβον, ἀπαλλάττει δὲ καὶ τῆς παρά τινων δυσφημίας, μᾶλλον δὲ καὶ τὰς παρὰ τῶν εὖ φρονούντων εὐφημίας ἡμῖν προξενεῖ. Τίς γὰρ οὐκ ἂν ἀποδέξαιτο ψῆφον ἀπροσκλινῆ, ἥπερ ἂν γένοιτο παρά τινων; ἢ πῶς τὸ κρίνειν ὀρθῶς καὶ ἐννόμως οὐκ ἀνεπίπληκτον ἔσται, μᾶλλον δὲ παντὸς ἐπαίνου μεστόν; Καὶ ταῦτα γράφω νυνί, τῆς σῆς θεοσεβείας ἐν τοῖς ἑαυτῆς γράμμασι τοῖς σταλεῖσι πρὸς ἐμέ τε καὶ τὸν ὁσιώτατον καὶ θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συνεπίσκοπον Πρόκλον, ἐπίσκοπον μεν ὀνομαζούσης τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον Πέτρον, αὐτοῦ κλαίοντος, καὶ τῆς ἐκνεμηθείσης αὐτῷ ἐκκλησίας παραλόγως κεκινῆσθαι λέγοντος. Ἦν δ᾿ ἀκόλουθον, ἢ τὸ τῆς ἱερωσύνης ὄνομα μετὰ τοῦ πράγματος ἔχειν αὐτόν, ἤγουν, εἴπερ μὴ ἦν ἄξιος τοῦ προεστᾶναι θείου θυσιαστηρίου, μηδ᾿ αὐτῇ τιμᾶσθαι τῇ κλήσει τῆς ἐπισκοπῆς. Ἀλλ᾿ ἴσως δόξειεν ἂν τῇ σῇ θεοσεβείᾳ σκληρὸς εἶναί τις καὶ ἀφιλάλληλος ὁ παρ᾿ ἐμοῦ λόγος· ἔχει δὲ οὐχ οὕτω κατὰ τὸ ἀληθές. Ἐλεῆσαι γὰρ τάχα που νομίζομεν τὸν πρεσβύτην, μόνην αὐτῷ τὴν κλῆσιν ἀφέντες. Μακρῷ δὲ ἦν ἄμεινον ἐννοῆσαι καὶ τὸ ἕτερον· φάσκει γὰρ δύνασθαι μὲν συστῆναι τῇ οἰκείᾳ ὑπολήψει, οὐ λαβεῖν δὲ καιρὸν ἀπολογίας, οὔτε μὴν ἀκρόασιν αὐτῷ προτεθῆναι κανονικήν. Εἰ δ᾿ ἐγεγόνει τι τοιοῦτον, αὐτὴ τῶν ὑπομνημάτων ἡ σύστασις διήλεγξεν ἂν αὐτόν, ἢ ἁλόντα τοῖς αἰτιάμασιν ἔνοχον ἀποπεφασμένον καὶ οὐδὲν ἔχοντα λοιπὸν εἰπεῖν ὡς ἠδικημένον, ἢ γοῦν ἐλεύθερον ἀποφήνασα πάλιν ἐδίδου τὸ προεστᾶναι τῆς ἐκκλησίας, ἣ καὶ ὑπὸ χεῖρα γέγονε τὴν ἑαυτοῦ. Οὐδενὸς δὲ πεπραγμένου τοιούτου, καταβοᾷ τοῦ πράγματος καὶ ἀδικίαν ἀφόρητον ὑποστῆναί φησι καὶ ἀθέσμως ἐκβεβλῆσθαι προσεπάγων, ὅτι καὶ ἡρπάγη πάντα τὰ προσόντα αὐτῷ χρήματα. Ἡ σὴ τοιγαροῦν ὁσιότης, ἐννοοῦσα καὶ τὸ τοῖς θείοις κανόσι δοκοῦν καὶ τὸ πρέπον τῇ Ἐκκλησίᾳ καὶ τοῖς τεταγμένοις εἰς ἱερὰν λειτουργίαν, ἔτι τε πρὸς τούτοις καὶ τὰ παρ᾽ ἡμῶν δυσωπηθεῖσα γράμματα, στησάτω τοῦ πρεσβύτου τὸ δάκρυον. Καὶ εἰ μὲν ἕλοιτο δικάσασθαι πρὸς τοὺς ἐπάγοντας αὐτῷ τὰς αἰτίας, δικαζέσθω κατὰ τὸ εἰωθὸς ἐπὶ τῆς σῆς θεοσεβείας, συμπαρόντων δηλονότι τῶν ὑπὸ τὴν αὐτῆς χεῖρα θεοσεβεστάτων ἐπισκόπων, ἐκτὸς εἰ μὴ παραιτοῖτό τινας ὡς ὑπόπτους. Οὐδένα μὲν γὰρ τῶν θεοσεβεστάτων ἐπισκόπων ἐχθρὰ φρονεῖν ἀδελφῷ πιστεύομεν. Ἵνα δὲ μὴ πρόφασις αὕτη γένηται, τὴν ἐσομένην ἐπ᾿ αὐτῷ κρίσιν παραλύουσα, πρὸς τὸ μὴ ἐν δίκῃ πεποιῆσθαι δοκεῖν, οὐδέν ἐστι τὸ λυποῦν ἀπεῖναι τοῦ συνεδρίου τῶν ἐν ὑποψίᾳ τινάς.
Κανὼν β´ τοῦ Ἁγίου Κυρίλλου Ἀλεξανδρείας. Περὶ ἀπολήψεως ὧν ἀφῃρέθη ὁ αὐτὸς χρημάτων, καὶ περὶ τοῦ μὴ λογοπραγεῖσθαι αὐτόν.
Τὰ δὲ ἀδίκως ληφθέντα παρ᾿ αὐτοῦ χρήματα, ἀναδοθῆναι δίκαιον κατὰ δύο τρόπους· Πρῶτον μέν, ὅτι οὐδὲ ἐχρῆν ὅλως γενέσθαι τι τοιοῦτον καὶ ὅτι λυπεῖ σφόδρα καὶ εἰς ἐσχάτην ἀκηδίαν καταφέρει τοὺς ἁπανταχόσε γῆς ὄντας θεοσεβεστάτους ἐπισκόπους τὸ ἀπαιτεῖσθαι λόγους τῆς οἰκονομίας τῶν παραπιπτόντων αὐτοῖς ἀναλωμάτων, εἴτε ἐκ προσόδων ἐκκλησιαστικῶν, εἴτ᾿ οὖν καὶ ἀπὸ τῆς τινῶν καρποφορίας. Ἕκαστος γὰρ ἡμῶν τῶν ἰδίων καιρῶν δώσει λόγον τῷ πάντων κριτῇ. Κειμήλια μὲν γὰρ καὶ κτήσεις ἀκινήτους, ἀνεκποιήτους ταῖς ἐκκλησίαις σῴζεσθαι χρή, θαρσεῖσθαι δὲ τοῖς κατὰ καιρὸν τὴν θείαν διέπουσαν ἱερωσύνην τῶν παραπιπτόντων ἀναλωμάτων τὴν οἰκονομίαν.