Τετάρτη, 17 Σεπτεμβρίου 2014

Εὐχὴ τοῦ Κανόνος εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν


 
Δέσποτα, Χριστέ, ὁ Θεός,
ὁ τοῖς πάθεσί Σου τὰ πάθη μου θεραπεύσας,
καὶ τοῖς τραύμασί Σου τὰ τραύματά μου ἰατρεύσας,
χάρισαί μοι τῷ πολλά Σοι πταίσαντι δάκρυα κατανύξεως`
συγκέρασον μου τὸ σῶμα, ἀπὸ ὀσμῆς τοῦ ζωοποιοῦ σώματός Σου,
καὶ γλύκανόν μου τὴν ψυχήν, τῷ Σῷ τιμίῳ αἵματι,
ἀπό τῆς πικρίας, ἥν με ὁ ἀντίδικος ἐπότισεν.
Ὕψωσόν μου τὸν νοῦν πρὸς Σέ, κάτω ἑλκυσθέντα,
καὶ άνάγαγέ με ἀπὸ τοῦ χάσματος τῆς ἀπωλείας`
ὅτι οὐκ ἔχω μετάνοιαν, οὐκ ἔχωκατάνυξιν,
οὐκ ἔχω δάκρυον παρακλητικόν,
τὰ ἐπανάγοντά με τέκνα προς τὴν ἰδίαν κληρονομίαν.Ἐσκότισμαι τὸν νοῦν ἐν τοῖς βιωτικοῖς πάθεσι,
καὶ οὐκ ἰσχύω ἀτενίσαι πρὸς Σὲ ἐν ὀδύνῃ,
οὐ δύναμαι θερμανθῆναι τοῖς δάκρυσι τῆς πρὸς Σὲ ἀγάπης.
Ἀλλά, Δέσποτα, Κύριε Ἰησοῦ Χριστέ, ὁ θησαυρὸς τῶν ἀγαθῶν,
δώρησαί μοι μετάνοιαν ὁλόκληρον,
καὶ καρδίαν ἐπίπονον εἰς ἀναζήτησίν Σου,
καὶ ἀνακαίνισον ἐν ἐμοὶτὰς μορφὰς τῆς Σῆς εἰκόνος.
Κατέλιπόν Σε, μὴ ἐγκαταλίπης με·
ἔξελθε εἰς ἀναζήτησίν μου, ἐπανάγαγέ με πρὸς τὴννομήν Σου,
συναρίθμησόν με τοῖς προβάτοις τῆς ἐκλεκτῆς Σου ποίμνης,
καὶ διάθρεψόν με σὺν αὐτοῖς ἐκ τῆς χλόης τῶν θείων Σου Μυστηρίων,
πρεσβείαις τῆς πανάγνου Μητρός Σου,
καὶ πάντων τῶν Ἁγίων Σου`Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου