Δευτέρα, 10 Ιουλίου 2017

ΕΡΩΤΗΣΕΙΣ ΜΟΝΑΧΩΝ ΤΙΝΩΝ ΕΞΩ ΤΗΣ ΠΟΛΕΩΣ ΑΣΚΟΥΜΕΝΩΝ ΚΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ ΕΠΙ ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΝΙΚΟΛΑΟΥ (1086-1111)


Ἐρώτησις α´ εἰς Νικόλαον Κωνσταντινουπόλεως.
Ὅτι ἀχειροτονήτος μοναχὸς ἀναγινώσκειν ἐπ᾿ ἄμβωνος κεκώλυται, οὐ μὴν καὶ εἰσιέναι εἰς τὸ θυσιαστήριον. Ἐρώτησις. Εἰ χρὴ μοναχὸν εἰσιέναι εἰς τὸ ἅγιον θυσιαστήριον, κωλύει γὰρ τοῦτο ὁ λγ´ κανὼν τῆς ἐν τῷ Τρούλλῳ ἁγίας συνόδου, ὅς καὶ οὐ παραχωρεῖ ἐπὶ ἄμβωνος ψάλλειν ἢ ἀναγινώσκειν ἀσφράγιστόν τινα ἢ μοναχόν· ὁμοίως καὶ ὁ τῆς ἐν Λαοδικίᾳ κανὼν ιε´ καὶ ὁ κα´ καὶ ὁ τῆς ἐν Νικαίᾳ τὸ δεύτερον κανὼν ιδ´. Ἀπόκρισις. Τὸ μὲν δίχα χειροθεσίας ἐπὶ ἄμβωνος ὡς ἀναγνώστην ποιῆσαι τὸν μοναχὸν τὰς τοῦ ἀναγνώστου ὑπηρεσίας, κεκώλυται τὸ δὲ εἰς θυσιαστήριον εἰσιέναι, χάριν ὑφάψεως κηρίου ἢ κανδήλας, τὸν μηδενὶ ἐγκλήματι γενόμενον ἔνοχον, οὐκ οἶμαι δεῖν κωλυθῆναι, διὰ τὴν τοῦ μοναχικοῦ σχήματος σεμνότητα.
Ἐρώτησις β´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ κλίνομεν γόνυ ἐν σαββάτῳ.
Ἐρώτησις. Εἰ χρὴ μὴ κλίνειν ἐν σαββάτῳ γόνυ, ὥσπερ οὐδὲ ἐν Κυριακῇ, ἢ Πεντηκοστῇ. Ἀπόκρισις. Ἀπὸ τοῦ κανόνος μὲν οὐ κεκώλυται· οἱ πολλοὶ δὲ διὰ τὸ μὴ ἐπακολουθεῖν ἐν σαββάτῳ νηστείαν, οὐδὲ γόνυ κλίνουσιν.
Ἐρώτησις γ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ χρὴ τὴν ἐν τῷ Αὐγούστῳ νηστείαν.
Ἐρώτησις. Εἰ χρὴ τὴν ἐν τῷ Αὐγούστῳ νηστείαν ἐπιτελεῖν. Ἀπόκρισις. Ἦν ἡ νηστεία πρότερον ἐν τῷ καιρῷ τούτω· μετετέθη δὲ διὰ τὸ μὴ περιπίπτειν ταῖς κατὰ τὸν καιρὸν τοῦτον γινομέναις ἐθνικαῖς νηστείας. Πλὴν καὶ ἔτι πολλοὶ τῶν ἀνθρώπων ταύτην τὴν νηστείαν νηστεύουσιν.
Ἐρώτησις δ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ δεῖ τὸν δαιμονιζόμενον μεταλαμβάνειν.
Ἐρώτησις. Εἰ δεῖ τὸν δαιμονιζόμενον μεταλαμβάνειν τῶν ἁγιασμάτων· ὁ μὲν γὰρ ἅγιος Τιμόθεος, εἰς τὰς πρὸς αὐτὸν ἐρωτήσεις εἶπεν ἄλλως, καὶ οἱ ἅγιοι Ἀπόστολοι ἄλλως, καὶ οἱ μεταγενέστεροι ἄλλως. Ἀπόκρισις. Εἰ ἀπὸ μέλανος ἐνοχλεῖται χυμοῦ τις, ὡς δαιμονᾷν δοκεῖν, οὐ κωλυθήσεται· εἰ δὲ τῇ ἀληθείᾳ δαιμονῶν ἐστιν, ἥκιστα τῶν ἁγιασμάτων ἀξιωθήσεται, ὅτι οὐδὲ κοινωνία φωτὶ πρὸς σκότος.
Ἐρώτησις ε´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Περὶ κλασμάτων τῆς ὑψωθείσης προσφορᾶς.

Ἐρώτησις. Εἰ δεῖ τὰ προσφερόμενα ἐν τῇ ἐκκλησίᾳ, οἷον προσφορὰς καὶ νάματα, ἀδιαφόρως ἐσθίειν τὸν ἱερέα, καὶ ὡς βούλεται καὶ εἰ ὡς ἅρτον κοινὸν ὀφείλει ταῦτα ἐσθίειν· καὶ εἰ πολλὰ τοιαῦτα συναχθείη, τί δεῖ ταῦτα ποιεῖν; Ἀπόκρισις. Τὰ μὲν τῆς ὑψωθείσης κλάσματα οὐχί· ἀλλ᾿ ἐν τῇ ἐκκλησίᾳ μόνη ἐσθίειν, ἔς τ᾿ ἂν ἅπαντα δαπανήσωσι· τὰ δὲ περιττὰ τῶν ἄλλων μὴ μετὰ γάλακτος, καὶ τυροῦ, καὶ ὠῶν, καὶ ἰχθύων, ἀλλ᾿ ἀποτεταγμένως, καὶ ἰδιαζόντως.
Ἐρώτησις στ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Πότε ἀποχωρεῖ μοναχὸς τῆς ἰδίας μονῆς;
Ἐρώτησις. Εἰ ὁπουδήποτε ἀποκαρεὶς μοναχός τις βλάπτεται κατά τι συμβὰν ψυχικῶς, καὶ βουλόμενος ὑποχωρῆσαι δεσμηθῇ παρὰ τοῦ οἰκείου προεστῶτος, τί ποιήσει; τῆς βλάβης καταφρονήσει, ἢ τοῦ δεσμοῦ; Ἀπόκρισις. Χρὴ τοῦτον λέγειν τῷ προεστῶτι δι᾿ ὃ βλάπτεται· καὶ εἰ ἔστι προφανὴς κίνδυνος ἐκ τούτου, ὑποχωρεῖν ἐκεῖθεν, καὶ μὴ τοῦ δεσμοῦ φροντίζειν.
Ἐρώτησις ζ´ εἰς Νικόλαον Πατριάρχην Κωνσταντινουπόλεως. Ὁ ἄλογος δεσμὸς οὐκ ἰσχύει κατὰ τοῦ δεσμηθέντος μοναχοῦ.
Ἐρώτησις. Ἡγούμενος τελευτῶν, κατέλιπεν ἕτερον ἀνθ᾿ ἑαυτοῦ, δεσμήσας αὐτὸν μὴ ὑποχωρῆσαι· ἀλλ᾿ ὁ τοιοῦτος καταγνοὺς ἑαυτοῦ ἀσθένειαν, ὑπεχώρησε, Τί γοῦν χρὴ ποιῆσαι περὶ τοῦ δεσμοῦ; Ἀπόκρισις. Ἄλογος ὁ δεσμός, καὶ διὰ τοῦτο ἀνίσχυρος, καὶ ὁ δεσμευθεὶς ἀπολυθήσεται ἀρχιερεῖ προσελθών, καὶ τὰ καθ᾿ ἑαυτὸν ἀπαγγείλας.
Ἐρώτησις η´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Ὁ καθαιρεθεὶς ἤ τὴν ἱερωσύνην ἑκουσίως ἐγκαταλείψας ἱερεὺς οὺ πράττει τὰ ἱερέων.
Ἐρώτησις. Εἰ χρὴ τὸν ἐπὶ ἐγκλήματι καθαιρεθέντα ἱερέα, ἢ ἑκουσίως τὴν ἱερωσύνην καταλείψαντα, καταγνόντα ἑαυτοῦ, προλέγειν, τό, Εὐλογητὸς ὁ Θεός, καὶ τό, ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ τό, Χριστὸς ὁ ἀληθινός, ἢ θυμιᾷν μετὰ θυμιατοῦ, ἢ μεταλαμβάνειν ἔνδον τοῦ θυσιαστηρίου; Ἀπόκρισις. Οὐχί εἰς γὰρ τὸν τῶν λαϊκῶν τόπον ταχθήσεται.
Ἐρώτησις θ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Τὸ ἀπ᾿ εὐλογίας γενέσθαι τί ἐστι;
Ἐρώτησις. Ὅπερ λέγει ὁ ἅγιος Βασίλειος ἐν τοῖς μικροῖς ἐπιτιμίοις· Ἔστω ἀπὸ εὐλογίας κατὰ τὴν ἀναλογίαν τοῦ σφάλματος, τί ἐστιν; Ἀπόκρισις. Τὸ ἀποστερηθῆναί τινα τῆς διδομένης εὐλογίας ἐν τῇ ἐκκλησίᾳ.
Ἐρώτησις ι´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Περὶ τῶν ἀπὸ τῆς ἁγίας δωρεᾶς κεκωλυμένων, ὅτι καὶ τῶν ὑψουμένων κωλύονται.
Ἐρώτησις. Τοὺς κεκωλυμένους ἀπὸ τῆς ἁγίας δωρεᾶς, εἰ χρὴ ἐσθίειν ὑψωμένας προσφορᾶς: Ἀπόκρισις. Εὑρίσκομεν ἐν τῷ βίῳ τοῦ ἁγίου Θεοδώρου τοῦ Συκεώτου τοὺς τοιούτους κεκωλυμένους.
Ἐρώτησις ια´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Περὶ τοῦ Κανονικοῦ τοῦ Νηστευτοῦ.
Ἐρώτησις. Εἰ χρὴ κατὰ τὸ Κανονικὸν τοῦ Νηστευτοῦ κανονίζειν τινάς; Ἀπόκρισις. Τὸ τοιοῦτον Κανονικὸν πολλῇ συγκαταβάσει χρησάμενον πολλοὺς ἀπώλεσε διὸ οἱ ἐν γνώσει τοῦ καλοῦ ὄντες, καὶ ἐκ τούτου σφαλλόμενοι, ἐπανορθωθήσονται.
__________________________________________________________
ΝΕΑΡΑ 131 ΤΟΥ ΙΟΥΣΤΙΝΙΑΝΟΥ (545 μ.Χ)
ΝΕΑΡΑ 131 τοῦ Ἰουστινιανοῦ.
«Θεσπίζομεν τοίνυν, τάξιν νόμων ἐπέχειν τοὺς ἁγίους ἐκκλησιαστικοὺς κανόνας τοὺς ὑπὸ τῶν ἁγίων τεσσάρων συνόδων ἐκτεθέντας ἢ βεβαιωθέντας, τούτεστι τῆς ἐν Νικαίᾳ τῶν τιη´ καὶ τῆς ἐν Κωνσταντινουπόλει τῶν ἁγίων ρν´ πατέρων καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἐν ᾗ Νεστόριος κατεκρίθη, καὶ τῆς ἐν Καλχηδόνι, καθ᾿ ἣν Εὐτυχὴς μετὰ Νεστορίου ἀνεθεματίσθη, τῶν γὰρ προειρημένων ἁγίων δ´ συνόδων καὶ τὰ δόγματα καθάπερ τὰς θείας γραφὰς δεχόμεθα καὶ τοὺς κανόνας ὡς νόμους φυλάττομεν».
__________________________________________________________
ΕΠΑΝΑΓΩΓΗ Ἤ ΕΙΣΑΓΩΓΗ (885/886 μ.Χ.)
Περὶ Βασιλέως καὶ Πατριάρχου τῆς Ἐπαναγωγῆς ἤ Εἰσαγωγῆς.
ΤΙΤΛΟΣ ΔΕΥΤΕΡΟΣ Περὶ βασιλέως. Κεφ. α´. Βασιλεύς ἐστιν ἔννομος ἐπιστασία, κοινὸν ἀγαθὸν πᾶσι τοῖς ὑπηκόοις, μήτε κατὰ ἀντιπάθειαν τιμωρῶν, μήτε κατὰ προσπάθειαν ἀγαθοποιῶν, ἀλλ᾿ ἀνάλογος τις ἀγωνοθέτης τὰ βραβεία παρεχόμενος. β´. Σκοπὸς τῷ βασιλεῖ τῶν τε ὄντων καὶ ὑπαρχόντων δυνάμεων δι᾿ ἀγαθότητος ἡ φυλακή, καὶ ἀσφάλεια, καὶ τῶν ἀπολωλότων δι᾿ ἀγρύπνου ἐπιμελείας ἡ ἀνάληψις, καὶ τῶν ἀπόντων διὰ σοφίας καὶ δικαίων τροπαίων καὶ ἐπιτηδεύσεων ἡ ἀνάκτησις. γ´. Τέλος τῷ βασιλεῖ τὸ εὐεργετεῖν, διὸ καὶ εὐεργέτης λέγεται, καὶ ἡνίκα τῆς εὐεργεσίας ἐξατονήσῃ, δοκεῖ κιβδηλεύειν κατὰ τοῖς παλαιοὺς τὸν βασιλικὸν χαρακτῆρα. δ´. Ὑπόκειται ἐκδικεῖν καὶ διατηρεῖν ὁ βασιλεὺς πρῶτον μὲν πάντα τὰ ἐν τῇ θείᾳ γραφῇ γεγραμμένα, ἔπειτα δὲ καὶ τὰ παρὰ τῶν ἑπτὰ ἁγίων συνόδων δογματισθέντα, ἔτι δὲ καὶ τοὺς ἐγκεριμένους ῥωμαϊκοὺς νόμους. ε´. Ἐπισημότατος ἐν ὀρθοδοξίᾳ καὶ εὐσεβείᾳ ὀφείλει εἶναι ὁ βασιλεύς, καὶ ἐν ζήλῳ θείῳ διαβόητος, ἔν τε τοῖς ὑπὲρ τῆς τριάδος δογματισθείσιν ἔν τε τοῖς ὑπὲρ τῆς οἰκονομίας λαμπρότατα καὶ ἀσφαλέστατα διὰ τὴν κατὰ σάρκα οἰκονομίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁρισθείσιν· τουτέστι τὸ ὁμοούσιον τῆς τρισυποστάτου θεότητος ἄτμητον καὶ ἀσυναίρετον διατηρῶν, καὶ τὴν ἐν, τῷ ἑνὶ Χριστῷ τῶν δύο φύσεων καθ᾿ ὑπόστασιν ἕνωσιν ὡσαύτως ἀσύγχυτον καὶ ἀδιαίρετον τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον αὐτόν. καὶ τὰ τούτοις ἑπόμενα, οἷον ἀπαθῆ καὶ πάθητον, ἄφθαρτον καὶ φθαρτόν, ἀόρατον καὶ ὁρατόν, ἀναφῆ καὶ ἁπτόν, ἀπερίγραπτον καὶ περιγραπτόν, καὶ τὸ διττὸν τῶν θελήσεων καὶ τῶν ἐνεργειῶν χωρὶς ἐναντιότητος καὶ τὸ ἄγραπτον καὶ τὸ γραπτόν. ς´. Τὰ τοῖς παλαιοῖς νομοθετηθέντα τὸν βασιλέα δεῖ ἑρμηνεύειν, καὶ ἐκ τῶν ὁμοίων τέμνειν τὰ περὶ ὦν οὐ κεῖται νόμος. ζ´. Ἐν τῇ τῶν νόμων ἑρμηνείᾳ δεῖ καὶ τῇ συνηθείᾳ προσέχειν τῆς πόλεως. τὸ δὲ παρὰ κανόνας εἰσαγόμενον οὐκ ἐᾶται πρὸς ὑπόδειγμα. η´. Φιλαγάθως δεῖ τοὺς νόμους ἑρμηνεύειν τὸν βασιλέα· ἐν γὰρ τοῖς ἀμφιβόλοις τὴν φιλόκαλον ἑρμηνείαν προσιέμεθα. θ´. Οὐ δεῖ μεταποιεῖν τὰ πρόδηλον ἑρμηνείαν ἔχοντα. ι´. Περὶ ὦν ἔγγραφος οὐ κεῖται νόμος. παραφυλάττειν δεῖ τὸ ἔθος καὶ τὴν συνήθειαν, εἰ δὲ καὶ τοῦτο ἐκλείπει, ἀκολουθεῖν δεῖ τοῖς παραπλησίως ἔχουσι τῷ ζητουμένῳ. ια´. Ὥσπερ ἡ θέσις τοῦ νόμου ἡ ἔγγραφός ἐστιν ἤ ἄγραφος, οὕτω καὶ ἡ ἀναίρεσις αὐτοῦ ἡ δι᾿ ἐγγράφου γίνεται νόμου ἢ δι᾿ ἀγράφου, τουτέστι διὰ τῆς ἀχρηστίας. ιβ´. Τότε κεχρήμεθα τῇ συνηθείᾳ τινὸς πόλεως ἢ ἐπαρχίας, ὅτε ἀμφισβητηθεῖσα ἐν δικαστηρίῳ βεβαιωθῇ. τὰ δὲ μακρᾷ συνηθείᾳ δοκιμασθέντα καὶ ἐπὶ πολλοὺς ἐνιαυτοὺς φυλαχθέντα οὐχ ἧττον τῶν ἐγγράφων κρατοῦσιν. ΤΙΤΛΟΣ ΤΡΙΤΟΣ Περὶ Πατριάρχου Κεφ. α´. Πατριάρχης ἐστὶν εἰκὼν ζῶσα χριστοῦ καὶ ἔμψυχος, δ᾿ ἔργων καὶ λόγων χαρακτηρίζουσα τὴν ἀλήθειαν. β´. Σκοπὸς τῷ πατριάρχῃ, πρῶτον μέν, οὓς ἐκ Θεοῦ παρέλαβε εὐσέβεια καὶ σεμνότητι βίου διαφυλάξαι. ἔπειτα δέ, καὶ πάντας τοὺς αἱρετικοὺς κατὰ τὸ δυνατὸν αὐτῷ πρὸς τὴν ὀρθοδοξίαν καὶ τὴν ἕνωσιν τῆς ἐκκλησίας ἐπιστρέψαι (αἱρετικοὶ δὲ τοῖς νόμοις καὶ τοῖς κανόσι καλοῦνται καὶ οἱ τῇ καθολικῇ μὴ κοινωνοῦντες ἐκκλησία), ἔτι δὲ καὶ τοὺς ἀπίστους διὰ τῆς λαμπρᾶς καὶ περιφανεστάτης καὶ θαυμασίας αὐτοῦ πράξεως ἐκπλήττων μιμητὰς ποιήσαι τῆς πίστεως. γ´. Τέλος τῷ πατριάρχῃ ἡ τῶν καταπεπιστευμένων αὐτῷ ψυχῶν σωτηρία, καὶ τὸ ζῆν μὲν Χριστῷ, ἐσταυρῶσθαι δὲ τῷ κόσμῳ. δ´. Ἴδια πατριάρχου τὸ εἶναι διδακτικόν, τὸ πρὸς πάντας ὑψηλούς τε καὶ ταπεινοὺς ἀστενοχωρητως ἐξισοῦσθαι, καὶ πρᾷον μὲν εἶναι ἐν δικαιοσύνῃ, ἐλεγκτικὸν δὲ πρὸς τοὺς ἀπειθοῦντας, ὑπὲρ δὲ τῆς ἀληθείας καὶ τῆς ἐκδικήσεως τῶν δογμάτων λαλεῖν ἐνώπιον βασιλέως καὶ μὴ αἰσχύνεσθαι. ε´. Τὰ παρὰ τῶν παλαιῶν κανονισθέντα καὶ παρὰ τῶν ἁγίων πατέρων ὁρισθέντα καὶ παρὰ τῶν ἁγίων συνόδων ἐκτεθέντα· τὸν πατριάρχην μόνον δεῖ ἑρμηνεύειν. ς´. Τὰ παρὰ τῶν ἀρχαίων πατέρων ἐν συνόδοις ἢ ἐν ἐπαρχίαις ἰδικῶς καὶ καθολικῶς πραχθέντα καὶ οἰκονομηθέντα τὸν πατριάρχην δεῖ διαιτᾶν καὶ διακρίνειν. ζ´. Οἱ προγενέστεροι κανόνες καὶ εἰς τοὺς μεταγενεστέρους ἕλκονται, ὡσαύτως δὲ καὶ αἱ προγενέστεροι πράξεις καὶ οἰκονομίαι καὶ εἰς τοὺς μεταγενεστέρους ἕλκονται καὶ κρατοῦσιν, ἐπὶ τῶν ὁμοίων δηλονότι προσώπων τε καὶ πραγμάτων. η´. Τῆς πολιτείας ἐκ μερῶν καὶ μορίων ἀναλόγως τῷ ἀνθρώπῳ συνισταμένης, τὰ μέγιστα καὶ ἀναγκαιότατα μέρη βασιλεύς ἐστι καὶ πατριάρχης, διὸ καὶ ἡ κατὰ ψυχὴν καὶ σῶμα τῶν ὑπηκόων εἰρήνη καὶ εὐδαιμονία βασιλείας ἐστὶ καὶ ἀρχιερωσύνης ἐν πᾶσιν ὁμοφροσύνη καὶ συμφωνία. θ´. Ὁ Κωνσταντινουπόλεως θρόνος βασιλείᾳ ἐπικοσμηθεὶς ταῖς συνοδικαῖς ψήφοις πρῶτος ἀνεῤῥήθη, αἷς οἱ θεῖοι κατακολουθοῦντες νόμοι καὶ τὰς ὑπὸ τοὺς ἑτέρους θρόνους γινομένας ἀμφισβητήσεις ὑπὸ τὴν ἐκείνου προστάττουσιν ἀναφέρεσθαι διάγνωσιν καὶ κρίσιν. ι´. Πασῶν τῶν μητροπόλεων καὶ ἐπισκοπείων, μοναστηρίων τε καὶ ἐκκλησιῶν ἡ πρόνοια καὶ φροντίς, ἔτι δὲ καὶ κρίσις καὶ κατάκρισις καὶ ἀθώωσις, τῷ οἰκείῳ πατριάρχῃ ἀνάκειται. τῷ δὲ Κωνσταντινουπόλεως προέδρῳ ἔξεστι καὶ ἐν ταῖς τῶν ἄλλων θρόνων ἐνορίαις, ἐν οἷς οὔκ ἐστὶ προκαθιέρωσις ναοῦ, σταυροπήγια διδόναι, οὐ μὴν ἀλλὰ καὶ τὰς ἐν τοῖς ἄλλοις θρόνοις γινομένας ἀμφισβητήσεις ἐπιτηρεῖν καὶ διορθοῦσθαι καὶ πέρας ἐπιτιθέναι ταῖς κρίσεσιν. ια´. Τῶν ψυχικῶν ἁπάντων ἡ πρόνοια τῷ πατριάρχῃ ἀνάκειται, ἀναφέρεται δὲ καὶ εἰς ἑτέρους, οἷς ἂν ἐκεῖνος ἀναφέρεσθαι ὁρίσῃ. ὡσαύτως δὲ καὶ μετανοίας καὶ ἐπιστροφῆς ἀπό τε ἁμαρτημάτων καὶ αἱρέσεων αὐτὸς καὶ μόνος καθίσταται διαιτητής τε καὶ γνώμων, καὶ οὓς ἂν αὐτὸς ὁρίσῃ. καὶ κατὰ τὰς μητροπόλεις δὲ καὶ ἐπισκοπὰς τοῖς μητροπολίταις τε καὶ ἐπισκοποῖς ἡ αὐτὴ φυλάττεται τάξις καὶ ἐξουσία.
__________________________________________________________
ΑΔΗΛΟΥ ΠΑΤΡΙΑΡΧΟΥ
Συναινετικὸ διαζύγιο, Ἀδήλου Πατριάρχου.
Τὰ καλῶς καὶ δικαίως καὶ σὺν τῷ προσήκοντι λόγῳ ἀποτελούμενα ἐν διαφόροις τόποις καὶ ἐπαρχίαις τῶν ὀρθοδόξων, καὶ τούτων μάλιστα ὅσα ποτὲ δυσκολίας τινὸς πειραθέντα ἐν τῇ καταστάσει αὐτῶν, καὶ ἀναγκαῖος χρῄζοντα ἐνδεχομένης τινὸς θεραπείας καὶ διορθώσεως, μετασκευάζονται ἐπὶ τὸ εὔθετον, καὶ ἐπανάγονται ἀπὸ τῆς δυσχερείας καὶ κακώσεως αὐτῶν προνοίᾳ καὶ κηδεμονίᾳ ἔμφρονι τῶν κατὰ τόπον προϊσταμένων, ταῦτα καὶ τῇ καθ᾿ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλῃ Ἐκκλησίᾳ, καὶ τῇ περιωπῇ τοῦ οἰκουμενικοῦ Θρόνου ἐμφανιζόμενα καὶ ἀναφερόμενα ἐπιβεβαιοῦνται ὡς καλῶς καὶ δικαίως γεγενημένα εἰς ἀσφαλεστέραν αὐτῶν καὶ μονιμωτέραν σύστασιν. Ἐπειδὴ τοιγαροῦν καὶ τανῦν ἀνηνέχθη ἡμῖν, ὡς ὁ αὐτόθι Φίλος ὀνόματι υἱὸς τοῦ χατζῆ Πολυζώη, λαβὼν εἰς γυναῖκα αὐτοῦ τὴν Ἄννα, καὶ συνοικήσας μέχρι τινὸς μετ᾿ αὐτῆς, χαλεπῆς καὶ ἀφορήτου τὸ παράπαν ἐξ ἀρχῆς ἐπειράθη τῆς μετ᾿ αὐτῆς συνοικήσεως, διὰ τινα ἐνοῦσαν αὐτῆς τῷ στόματι νόσον καὶ ἀποφορὰν μετ᾿ ἀηδίας ἥκιστα φορητῆς, δι᾿ ἣν αἰτίαν ἀδυνάτως ἔχων πάντῃ προσεγγίζειν αὐτῇ ἄχρηστόν τε καὶ μάταιον καὶ ἀνενέργητον ὅλως ἀνεδείκνυτο αὐτῷ τό τοῦ γάμου μυστήριον, ἐκίνησεν ἀγωγὴν περὶ τούτου αὐτόθι ἐπὶ τοῦ ἐκκλησιαστικοῦ κριτηρίου τῆς θεοφιλίας σου, καὶ παραστήσας τὸ τοιοῦτον ἐλάττωμα καὶ χαλεπὸν νόσημα τῆς γυναικὸς αὐτοῦ ταύτης, διὰ μαρτυρίας τῆς μητρὸς αὐτῆς, συμφωνίας τε γενομένης ἐκ κοινῆς συναινέσεως τῶν μερῶν ἀμφοτέρων διαλυθῆναι τὸν γάμον, ἀπεφάνθη ἐκκλησιαστικῶς ὑπὸ τῆς θεοφιλίας σου καὶ τῶν κληρικῶν καὶ ἀρχόντων τῆς ἐπαρχίας σου διαζευχθῆναι αὐτοὺς ἀπ᾿ ἀλλήλων καὶ διαχωρισθῆναι τοῦ λοιποῦ τῆς μεταξὺ γαμικῆς συναφείας, καντεῦθεν καὶ διεζεύχθησαν ἀπ᾿ ἀλλήλων, καὶ λαβοῦσα ἡ ῥηθεῖσα Ἄννα μετὰ τῆς μητρὸς αὐτῆς πᾶσαν αὐτῆς τὴν προῖκα, ἄσπρα τε καὶ πράγματα καὶ λοιπὰ ἔξοδα αὐτῶν παρὰ τοῦ ῥηθέντος Φίλου ἐξώφλησαν πρὸς αὐτόν, καὶ ἐξισάσθησαν κατὰ τέλειον ἐξισασμὸν, καθὼς καὶ τὸ ἐμφανισθὲν ἡμῖν μετὰ τὴν γενομένην αὐτόθι τελείαν ἐκκλησιαστικὴν διάζευξιν ἐξοφλητικὸν γράμμα δηλοποιεῖ κατησφαλισμένον ὄν ἐπιβεβαιώσει τῆς σῆς θεοφιλίας, καὶ μαρτυρικαῖς ὑπογραφαῖς τῶν κληρικῶν καὶ γερόντων τῆς ἐπαρχίας σου· κἀντεῦθεν ὁ ῥηθεὶς Φίλος ἐδεήθη καὶ τῆς ἡμῶν μετριότητος ἐπιβεβαιωθῆναι αὐτῷ καὶ παρ᾿ ἡμῶν τῇ δυνάμει καὶ ἐξουσίᾳ καὶ κρίσει τῆς καθ᾿ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας τὴν ἀπὸ τῆς ῥηθείσης γυναικὸς αὐτοῦ Ἄννης διάζευξιν καὶ δι᾿ ἡμετέρου πατριαρχικοῦ διαζυγίου γράμματος· οὗ τὴν δέησιν ὡς εὔλογον καὶ δικαίαν προσηνῶς ἀποδεξάμενοι, γράφοντες ἀποφαινόμεθα, ἵνα ὁ ῥηθεῖς Φίλος ὑπάρχῃ διεζευγμένος καὶ κεχωρισμένος τοῦ λοιποῦ ἀπὸ τῆς ῥηθείσης γυναικὸς αὐτοῦ Ἄννης, καὶ μηδαμῶς ἔχῃ τοῦ γάμου συνάφειαν μετ᾿ αὐτῆς ὡς πάντῃ ξένος καὶ ἀλλότριος· ἔχει δὲ καὶ ἄδειαν λαβεῖν ἑτέραν γυναῖκα κατὰ νόμον ἀκώλυτον αὐτῷ καὶ στεφανωθῆναι ἐκείνην ἐκκλησιαστικῶς, μηδενὸς ἐναντιουμένου αὐτῷ ἢ αὐτῇ ἱερωμένου ἢ λαϊκοῦ, ἐν βάρει ἀργίας καὶ ἀλύτου ἀφορισμοῦ. Ὅθεν εἰς ἔνδειξιν τοῦ διαζευχθῆναι αὐτὸν ἤδη καὶ παρ᾿ ἡμῶν, τῇ δυνάμει καὶ ἐξουσίᾳ καὶ κρίσει τῆς καθ᾿ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, ἐδόθη αὐτῷ καὶ τὸ παρὸν ἡμέτερον πατριαρχικὸν τοῦ διαζυγίου γράμμα.
___________________________________________________________
ΘΕΟΦΙΛΟΣ, ΕΠΙΣΚΟΠΟΣ ΚΑΜΠΑΝΙΑΣ (1749-1795)
Περὶ νόμων ἐκκλησιαστικοῦ καὶ πολιτικοῦ Προλεγόμενα. Θεοφίλου Ἐπισκόπου Καμπανίας «Νομικόν»
1. Τὸ ὄνομα νόμος εἶναι πολυσήμαντον ἀλλ᾿ ἡμεῖς ἐνταῦθα εἰς δύω διαιροῦμεν τὸν νόμον εἰς νόμον ἐκκλησιαστικὸν καὶ εἰς νόμον πολιτικόν. 2. Νόμος ἐκκλησιαστικὸς εἶναι, κατὰ διαίρεσιν ἁπλήν, ὅσα ὥρισαν καὶ ἐθέσπισαν οἱ Κανόνες τῶν ἁγίων Ἀποστόλων, οἱ Κανόνες τῶν ἁγιωτάτων Συνόδων, οἰκουμενικῶν καὶ τοπικῶν μερικῶν, καί τινες Κανόνες τῶν θεοφόρων Πατέρων, οἱ ὁποῖοι ἐδέχθησαν καὶ ἐκυρώθησαν καὶ παρὰ ἁγίων Συνόδων. Ἔτι δὲ καί τινες Νεαραὶ τῶν σοφῶν βασιλέων, ὅπου περὶ ἐκκλησιαστικῶν ὑποθὲσεων θεσπίζουσι καὶ ἐδέχθησαν συνοδικῶς παρὰ τῆς ἁγίας ἡμῶν Ἐκκλησίας· διά τι, καθὼς ἡ ἱερωσύνη εἶναι βασιλείας ἁγιασμὸς καὶ ἀναστοιχείωσις, οὕτω καὶ ἡ βασιλεία εἶναι ἱερωσύνης δύναμις καὶ κραταίωμα. Καθὼς εἶπε καὶ ἕνας σοφὸς βασιλεύς: μέγιστον δῶρον ὁ Θεὸς τοῖς ἀνθρώποις ἔδωκεν, ἱερωσύνην καὶ βασιλείαν· ὅτι ἡ ἱερωσύνη κατακοσμεῖ καὶ διέπει τὰ οὐράνια, ἡ δὲ βασιλεία οἰκονομεῖ μὲ νόμους δικαίους τὰ ἐπίγεια. 3. Νόμος πολιτικὸς εἶναι τὰ ὅσα σοφοὶ νομοθέται ἐν ταῖς πολιτείαις περὶ πάσης ὑποθέσεως ἐνομοθέτησαν, ἀλλὰ παρ᾿ Ἑλλήνων λαβόντες καὶ ἄλλα παρ᾿ ἑαυτῶν προσθέντες, ὅσα ἀποβλέπουσι τὸ δίκαιον καὶ σεμνὸν καὶ ὠφέλιμον τοῦ κοινοῦ τῆς πολιτείας καὶ τῶν κατὰ μέρος ἀνθρώπων. Καθὼς πολλοὶ βασιλεῖς, ἔχοντες πλησίον τοὺς σοφοὺς καὶ νομικοὺς ἀνθρώπους, τὰς Νεαρὰς ἐθέσπισαν καὶ ἄλλους ὁρισμούς, ὡς ἡ χρεία ἐκάλει. Τῶν ὁποίων βασιλέων τὰ ὀνόματα καὶ τῶν νομοθετῶν καὶ τὰ ὀνόματα τῶν νόμων, πολλὰ ὄντα, διὰ τὴν συντομίαν, τὰ ἀφίνομεν. 4. Γίνεται καὶ ἅλλη διαίρεσις τῶν νόμων: ὁ ἐκκλησιαστικὸς νόμος, ἢ εἶναι ἐντολὴ Θεοῦ καὶ λέγεται νόμος θεῖος, ὁ ὁποῖος διαιρεῖται εἰς γραπτὸν νόμον καὶ εἰς εὐαγγελικόν. Καὶ γραπτὸς εἶναι τὰ ὅσα ἡ Παλαιὰ Διαθήκη νομοθετεῖ, ἡ ὁποία θεία Γραφή, ἡ Πεντάτευχος τοῦ Μωϋσέως καθολικῶς, σὺν τοῖς Προφήταις καὶ Ψαλμοῖς, Νόμος λέγεται καὶ κυρίως Νόμος λέγεται ὁ διὰ Μωϋσέως παρὰ Θεοῦ δοθείς. Εὐαγγελικὸς δὲ εἶναι, ὅσα νομοθετεῖ τὸ ἅγιον Εὐαγγέλιον· ἢ εἶναι ἐντολαὶ καὶ κανόνες ἁγίων Ἀποστόλων, ἱερῶν Συνόδων καὶ θεοφόρων Πατέρων καὶ λέγονται καὶ ταῦτα πάντα Νόμος Ἐκκλησιαστικός. 5. Ὁ δὲ πολιτικὸς Νόμος, ὡς εἴπομεν, ἐθεσπίσθη παρὰ νομοθετῶν καὶ βασιλέων σοφῶν, κατὰ διαφόρους καιρούς. 6. Ὁ ἐκκλησιαστικὸς Νόμος ἀποβλέπει εἰς τὴν σωτηρίαν τῶν ψυχῶν καὶ εἰς τὴν εὐταξίαν τῆς Ἐκκλησίας. Ὁ πολιτικὸς Νόμος ἀποβλέπει εἰς τὸ δίκαιον, αἴσιον καὶ συμφέρον πάντων ἀνθρώπων· διὰ νὰ μὴ φθείρονται ἀδικοῦντες ἀλλήλους. Καθὼς λέγει καὶ ὁ σοφὸς Κικέρων: ἡ τοῦ λαοῦ σωτηρία ὑπέρτατος νόμος. Καὶ ὁ σοφὸς Πλάτων: Τίνι γὰρ ἂν πόλις ἀρέσκοι ἄνευ νόμων; 7. Τὰ δὲ τοῦ δικαίου παραγγέλματα εἶναι ταῦτα τὰ τρία: καλῶς βιοῦν, ἕτερον μὴ βλάπτειν καὶ τὸ οἰκεῖον δίκαιον ἑκάστῳ νέμειν. 8. Καὶ κάθε ἄνθρωπος, ὁποῦ μὲ ἄλλον ἔχει διαφοράν, μὲ ἕνα ἀπὸ τὰ τρία ταῦτα ἠμπορεῖ νὰ νικήσῃ τὸν ἐναντίον του: ἢ μὲ ἀπάτην, καὶ τοῦτο εἶναι ἀδικία καὶ ἁμαρτία, ἤ μὲ τὴν βίαν, καὶ τοῦτο εἶναι τυραννία καὶ ἀδικία, ἤ μὲ τὸν νόμον, τὸν ἐκκλησιαστικὸν ἤ πολιτικόν, καὶ τοῦτο εἶναι δίκαιον, θεάρεστον, ἐπαινετὸν καὶ χριστιανικόν. 9. Νόμος λέγεται ὁ καθόλου, ἐντολὴ δὲ λέγεται ἡ κατὰ μέρος ὁρίζουσα περὶ ἑνὸς πράγματος. 10. Κατὰ διαίρεσιν γενικήν, εἰς δύω διαιρεῖται ὁ νόμος: εἰς τὴν θεραπείαν τοῦ Θεοῦ καὶ τοῦτος εἶναι ὁ ἐκκλησιαστικὸς νόμος· καὶ εἰς τὴν δικαιοσύνην καὶ φιλανθρωπίαν τῶν ἀνθρώπων, τῶν ἀδελφῶν μας, καὶ τοῦτος εἶναι ὁ πολιτικὸς νόμος. Διὰ τοῦτο καὶ δύω πλάκες ἐγράφησαν παρὰ Θεοῦ καὶ τοῖς ἀνθρώποις· ἐδόθησαν· καὶ στοχάσου, ἂν δὲν περιέχωνται τὰ πάντα τῶν νόμων, ἐκκλησιαστικῶν καὶ πολιτικῶν, εἰς τὰ δύω ταῦτα: Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς καὶ καρδίας καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 11. Καὶ καθὼς οἱ καλοὶ ἰατροὶ εἰς τοὺς ἀρρώστους εἶναι σωτῆρες, ἔτζι οἱ νομοὶ εἰς τοὺς ἀδικουμένους· ἢ καθὼς τά καλὰ βοτάνα ὠφελοῦσι τοὺς ἀρρώστους, ἔτζι οἱ νόμοι τοὺς ἁμαρτάνοντας καὶ ἀδικουμένους. Ὅθεν καλῶς λέγει καὶ ἕνας σοφός: νόμος τὸ τιμιώτερον ἐν ρητοῖς. Καί, ὡς λέγει ὁ μέγας Βασίλειος: ὁ νόμος εἶναι κανὼν τῶν δικαίων καὶ ἀδίκων, προστάζων ἐκείνα ὅπου πρέπει νὰ κάμωμεν καὶ ἐμποδίζων ἐκεῖνα ὅπου δὲν πρέπει νὰ κάμωμεν. 12. Οἱ ἐκκλησιαστικοὶ νόμοι εἶναι σωτῆρες τῶν ψυχῶν πάντων τῶν χριστιανῶν, ἀπὸ ἀρχιερέων ἕως λαϊκῶν. 13. Οἱ πολιτικοὶ νόμοι εἶναι τῆς ζωῆς πάντων ἀνθρώπων ἡγεμόνες, τῶν πόλεων καὶ χωρῶν ἐπιστάται καὶ πασῶν τῶν ὑποθέσεων κανόνες δίκαιοι· πρὸς τοὺς ὁποίους νόμους καθ᾿ ἕνας χρέος ἀπαραίτητον ἔχει νὰ εὐθύνῃ καὶ νὰ ὑποτάττῃ τὴν γνώμην του· εἰ δὲ παρανομεῖ καὶ τὴν ἀπόφασιν τοῦ νόμου δὲν δέχεται, εἶναι σκολιὸς καὶ κακότροπος καὶ τὸν ἑαυτὸν του φθείρει καὶ εἰς τοὺς ἄλλους γίνεται παράδειγμα τῆς παρανομίας καὶ ἀδικίας, καθὼς λέγει καὶ ὁ σοφὸς Πλάτων: ὅστις γὰρ νόμων φθορεύς ἐστί, σφόδρα ποὺ δόξειεν ἂν νέων τε καὶ ἀνοήτων ἀνθρώπων διαφθορεὺς εἶναι. Διὰ τοῦτο ἐπαινετῶς εἶπεν ὁ νομοθέτης Σόλων: τότε ἄριστα καὶ καλὰ κυβερνῶνται αἱ πόλεις, ὅταν οἱ ἄνθρωποι πείθωνται εἰς τοὺς ἄρχοντας καὶ κριτὰς καὶ αὐτοὶ πείθωνται εἰς τοὺς νόμους. 14. Εἰς καὶ μόνος ὑπέρτατος, ὑπερούσιος, ὁ Θεός, δὲν εἶναι ὑποκείμενος εἰς νόμον, ἀλλὰ νομοθέτης, ἐπειδὴ καὶ κάθε ἐνέργεια καὶ προσταγὴ τοῦ Θεοῦ εἶναι νόμος αὐτοῦ τοῦ νομοδότου. Πάντες δὲ οἱ ἄνθρωποι, βασιλεῖς, ἀρχιερεῖς καὶ παντὸς τάγματος, εἶναι ὑποκείμενοι εἰς τοὺς νόμους, ἐκκλησιαστικοὺς καὶ πολιτικούς. Ναί, ἔλαβον οἱ ἀρχιερεῖς παρὰ Θεοῦ ἐξουσίαν ἁμαρτίας λύειν τῶν μετανοούντων, ὄχι ὅμως νὰ ἀθετοῦν ποτὲ ἐντολὰς τοῦ Θεοῦ καὶ κανόνας τῶν ἁγίων Ἀποστόλων καὶ ἱερωτάτων Συνόδων· διά τι ἂν ἕνας δένῃ καὶ ἄλλος λύῃ, τέλος ποτὲ δὲν ἦτον. Ὁμοίως καὶ οἱ βασιλεῖς ἔχουσι παρὰ Θεοῦ τὴν ἐξουσίαν καὶ δύναμιν νὰ δεφενδεύουν τὴν Ἐκκλησίαν κατὰ τοὺς ἱεροὺς νόμους καὶ νὰ ὑπερμαχοῦν διὰ τὴν δικαιοσύνην ὑπὲρ τοῦ κοινοῦ συμφέροντος καὶ κατ᾿ ἰδίαν πάντων ἀνθρώπων, ὄχι ὅμως κανόνας καὶ νόμους δικαίους νὰ ἀθετοῦν. 15. Καλῶς λέγει καὶ ὁ χρησμός: Εὔδαιμον πτολίεθρον ἑνὸς κήρυκος ἀκούειν. Τοὐτέστιν εὐτυχεστάτη πόλις εἶναι ἐκείνη, ὅπου πάντες ἄκουουν ἑνὸς κήρυκος μόνον καὶ τοῦτος εἶναι ὁ νόμος. 16 Βεβαιούμεθα ἀπὸ τῶν θείων Πατέρων τῆς ἁγίας ἡμῶν Ἐκκλησίας, ὅτι οἱ Ἑβραῖοι, ἄνδρες τε καὶ γυναῖκες, παιδιόθεν ἐσυνήθιζον καὶ ἐμάνθανον τὰ τέκνα τους νὰ ἰξεύρουν τὸν νόμον τοῦ Θεοῦ, ὅπου ἔδωκε τῷ Μωϋσεῖ· καὶ πάντες ἴξευρον καὶ ἕτοιμοι ἦτον εἰς ἀπόκρισιν πρὸς τοὺς ἐρωτῶντας· διά τι ἡ, φρόνησις εἶναι φύσικον χάρισμα εἰς τὸν ἄνθρωπον, ἡ δὲ γνῶσις ἀποκτᾶται διὰ μαθήσεως. Λοιπὸν δὲν εἶναι αἰσχύνη εἰς ἀρχιερεῖς, ἱερεῖς καὶ λαϊκούς, νὰ μὴν ἰξεύρουν οἱ μὲν ἱερεῖς τοὺς ἐκκλησιαστικοὺς νόμους, οἱ δὲ λαϊκοὶ τοὺς πολιτικούς; ἀλοίμονον καὶ τὶ ἀμάθεια εἶναι αὐτὴ εἰς τὸ ὀρθόδοξον γένος μας; ὁποῦ ἄμποτε νὰ μὴν ἀληθεύσῃ καὶ εἰς ἡμᾶς, καθὼς εἰς τοὺς Ἑβραίους, βαρβαρωθέντας ὕστερον, ἡ προφητεία τοῦ Ἰεζεκιήλ: οὐαὶ ἐπὶ οὐαὶ ἔσται καὶ ἀγγελία ἐπὶ ἀγγελίαν ἔσται καὶ ζητηθήσεται δρᾶσις ἐκ προφήτου καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων. Ἄρχων ἐνδώσεται ἀφανισμὸν καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται. Αὐτὰ ἀρμόζουσιν εἰς ἀρχιερεῖς καὶ ἱερεῖς, ὅπου δὲν ἰξεύρουν τὸν ἐκκλησιαστικὸν νόμον καὶ ἐκλύονται καὶ αὐτοὶ καὶ ὁ λαός. 17. Ἐπειδὴ δὲ ἡ ἁγία ἡμῶν Ἐκκλησία οὐ μόνον προτιμᾶται πάντων τῶν ἄλλων πραγμάτων, ἀλλὰ καὶ αὐτῆς τῆς βασιλείας, ὡς τάξιν ἔχουσα τῆς ἀγγέλων χοροστασίας καὶ διαδοχῆς τῶν Ἀποστόλων καὶ πάντες οἱ τοῦ ἱεροῦ τάγματος χρέος ἔχομεν ἀπαραιτητὸν τὰ ἐκκλησιαστικὰ προστάγματα νὰ φυλάττωμεν, κατὰ τὸ λόγιον: τοῖς τῆς Ἐκκλησίας χρὴ δουλεύειν νόμοις καὶ οὓς ἔθετο περὶ πάντων μὴ ὑπερβαίνειν θριγκούς, δηλ. φραγμούς, διὰ τοῦτο περὶ Ἐκκλησιαστικοῦ Νόμου συντόμως πρῶτον, σὺν Θεῷ, εἰρὴσθω, διαιρουμένου εἰς τρία μέρη: Περὶ ἀρχιερέων, Περὶ πρεσβυτὲρων καὶ πάντων κληρικῶν καὶ Περὶ ἱερομονάχων, καὶ μοναχῶν, ἡσυχαστῶν ἐν μοναστηρίοις καὶ σκήταις. 18. Ἰξευρε καὶ τοῦτο: κάθε νόμος ἐκθέτεται φανερὰ εἰς ὅλους χωρὶς καμίαν δυσκολίαν καὶ σύντομος καὶ ὄχι δυσνόητος· ὑπὲρ πάντων γὰρ τῶν ἀνθρώπων ἐτέθησαν οἱ νόμοι διὰ νὰ τοὺς γινώσκουν ὅλοι καὶ νὰ συμφωνήσωσι τὴν ζωὴν των καὶ πολιτείαν μὲ αὐτοὺς τοὺς νὸμους. Διότι, μὴ γινώσκοντες τοὺς νόμους, παρανομοῦσι καὶ τὰ ἐξ ἀγνοίας παράνομα παιδείαν οὐκ ἔχουσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου