Δευτέρα, 10 Ιουλίου 2017

ΕΓΚΥΚΛΙΟΣ ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ


Ἐγκύκλιος Ἐπιστολὴ τοῦ Ἁγίου Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως πρὸς τοὺς Ἀρχιερατικοὺς θρόνους τῆς Ἀνατολῆς (867)
Οὐκ ἦν ἄρα, ὡς ἔοικεν, κόρος τῷ πονηρῷ τῶν κακῶν, οὐδέ τι τῶν ἐφευρημάτων καὶ μηχανημάτων πέρας, ἃ κατὰ τοῦ ἀνθρωπίνου γένους ἐξ ἀρχῆς ἀνακινεῖν ἐμελέτησεν. Ἀλλὰ μυρίαις μὲν ὅσαις ἀπάταις πρὸ τῆς ἐν σαρκὶ τοῦ Δεσπότου παρουσίας τὸν ἄνθρωπον ὑπηγάγετο, εἰς ἀλλοφύλους καὶ παρανόμους ἀποβουκολήσας πράξεις, ἐξ ὧν καὶ τὴν κατ᾿ αὐτοῦ τυραννίδα κατὰ κράτος ἀνεδήσατο, μυρίαις δὲ καὶ μετὰ ταῦτα πλάναις καὶ δελεάσμασιν ὑποσκελίζειν καὶ παρασύρειν τοὺς αὐτῷ πειθομένους οὐ διέλιπεν. Ἐντεῦθεν Σίμωνες καὶ Μαρκίωνες, Μοντανοί τε καὶ Μάνητες καὶ ἡ ποικίλη καὶ πολύτροπος τῶν αἱρέσεων θεομαχία ἐπλήθυνεν. Ἐντεῦθεν Ἄρειος καὶ Μακεδόνιος καὶ Νεστόριος, Εὐτυχής τε καὶ Διόσκορος καὶ τὸ λοιπὸν τῆς ἀσεβείας σύνταγμα, καθ᾿ ὧν αἱ ἅγιαι καὶ Οἰκουμενικαὶ συνεκροτήθησαν ἑπτά σύνοδοι καὶ τῶν κατὰ τόπους ἱερῶν καὶ θεοφόρων ἀνδρῶν συνελέγη τὰ συστήματα, τὰς πονηρὰς παραφυάδας τῇ μαχαίρᾳ τοῦ Πνεύματος αὐτορρίζους ἐκθερίσαντες καὶ καθαρὸν παρασκευάσαντες ἀναφυῆναι τῆς Ἐκκλησίας τὸ λήιον. Ἀλλὰ τούτων ἐκποδὼν γεγενημένων καὶ σιγῇ καὶ λήθῃ παραδεδομένων, ἐλπὶς ἀγαθὴ καὶ βαθεῖα τοῖς εὐσεβέσιν ὑπετρέφετο μὴ ἄν ποτε καινοτέρων δυσσεβημάτων ἐφευρετὰς γενέσθαι, ἐν πᾶσιν οἷς ἐπείρασεν ὁ πονηρὸς εἰς τοὐναντίον αὐτῷ τῶν βουλευμάτων περιτραπέντων, μήτε μὴν τῶν ἤδη κατάκρισιν συνοδικῶς δεδεγμένων ὑπερασπιστάς τινας καὶ προμάχους ἀναφανῆναι, τῇ καταστροφῇ καὶ τῶ πάθει τῶν ἀρξάντων καὶ τῶν εἰς μίμησιν ἐκείνων ἐλθεῖν μελετώντων ἀνακοπτομένων. Καὶ ταύταις μὲν ταῖς ἐλπίσιν ὁ εὐσεβὴς λογισμὸς ἐπανεπαύετο, μάλιστα δὲ κατὰ τὴν βασιλεύουσαν πόλιν, ἐν ᾗ πολλὰ Θεοῦ συνεργίᾳ τῶν ἀνελπίστων κατώρθωται, πολλαὶ δὲ γλῶσσαι τὴν προτέραν διαπτυσάμεναι μυσαρότητα τὸν κοινὸν ἁπάντων πλάστην καὶ δημιουργὸν μεθ᾿ ἡμῶν ὑμνεῖν ἐδιδάχθησαν, ὥσπερ ἀπό τινος ὑψηλοῦ καὶ μετεώρου χώρου τὰς τῆς ὀρθοδοξίας πηγὰς τῆς βασιλίδος ἀναδιδούσης, καὶ καθαρὰ τῆς εὐσεβείας τὰ νάματα εἰς τὰ τῆς οἰκουμένης διαρρεούσης πέρατα, καὶ ποταμῶν δίκην ἀρδευούσης τοῖς δόγμασιν τὰς ἐκεῖσε ψυχάς. Αἵτινες χρόνος πολὺς ἐξ οὗ καταξηρανθεῖσαι τοῖς τῆς ἀσεβείας ἢ ἐθελοθρησκείας ὑπεκκαύμασιν καὶ εἰς ἐρήμους καὶ ἀγόνους ἀποχερσωθεῖσαι, ὅμως τὸν τῆς διδασκαλίας ὄμβρον ὑποδεξάμενοι τὸ Χριστοῦ γεώργιον καρποφοροῦσιν ἐνευθυνούμεναι. Καὶ γὰρ οἱ τὴν Ἀρμενίαν οἰκοῦντες, τῷ τῶν Ἰακωβιτῶν ἐνισχημένοι δυσσεβήματι καὶ πρὸς τὸ ὀρθὸν τῆς εὐσεβείας ἀπαυθαδιαζόμενοι κήρυγμα, ἀφ᾿ οὗπερ ἡ πολυάνθρωπος ἐκείνη καὶ ἁγία τῶν Πατέρων ἡμῶν κατὰ Καλχηδόνα συνεκροτήθη σύνοδος, τῶν ὑμετέρων εὐχῶν ἡμῖν ἐπαμυνόντων τὴν μακρὰν ἐκείνην πλάνην ἀποθέσθαι ἐνεδυναμώθησαν. Καὶ λατρεύει σήμερον καθαρῶς καὶ ὀρθοδόξως ἡ τῶν Ἀρμενίων λῆξις τὴν χριστιανῶν λατρείαν, Εὐτυχῆ καὶ Σεβῆρον καὶ Διόσκορον καὶ τοὺς κατὰ τῆς εὐσεβείας πετροβόλους Πέτρους καὶ τὸν Ἁλικαρνασέα Ἰουλιανὸν καὶ πᾶσαν αὐτῶν τὴν πολύσπορον διασποράν, ὡς ἡ καθολικὴ Ἐκκλησία, μυσαττομένη καὶ δεσμοῖς ἀλύτοις τοῦ ἀναθέματος ὑποβάλλουσα. Ἀλλά γε δὴ καὶ Βουλγάρων ἔθνος βαρβαρικὸν καὶ μισόχριστον εἰς τοσαύτην μετέκλινεν ἡμερότητα καὶ θεογνωσίαν, ὥστε τῶν δαιμονίων καὶ πατρῴων ἐκστάντες ὀργίων καὶ τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἀποσκευασάμενοι τὴν πλάνην, εἰς τὴν τῶν χριστιανῶν παραδόξως
μετενεκεντρίσθησαν πίστιν. Ἀλλ᾿ ὢ πονηρᾶς καὶ βασκάνου καὶ ἀθέου βουλῆς τε καὶ πράξεως. Ἡ γὰρ τοιαύτη διήγησις, εὐαγγελίων οὖσα ὑπόθεσις, εἰς κατήφειαν μετατίθεται, τῆς εὐφροσύνης καὶ χαρᾶς εἰς πένθος τραπείσης καὶ δάκρυα. Οὔπω γὰρ ἐκείνου τοῦ ἔθνους οὐδ᾿ εἰς δύο ἐνιαυτοὺς τὴν ὀρθὴν τῶν χριστιανῶν τιμῶντος θρησκείαν, ἄνδρες δυσσεβεῖς καὶ ἀποτρόπαιοι καὶ τί γὰρ οὐκ ἄν τις εὐσεβῶν τούτους ἐξονομάσειεν; ἄνδρες ἐκ σκότους ἀναδύντες, τῆς γὰρ ἑσπερίου μοίρας ὑπῆρχον γεννήματα οἴμοι, πῶς τὸ ὑπόλοιπον ἐκδιηγήσομαι; Οὗτοι πρὸς τὸ νεοπαγὲς εἰς εὐσέβειαν καὶ νεοσύστατον ἔθνος ὥσπερ κεραυνὸς ἢ σεισμὸς ἢ χαλάζης πλῆθος, μᾶλλον δὲ οἰκειότερον εἰπεῖν, ὥσπερ ἄγριος μονιὸς ἐμπηδήσαντες, τὸν ἀμπελῶνα Κυρίου τὸν ἠγαπημένον καὶ νεόφυτον καὶ ποσὶν καὶ ὁδοῦσιν, ἤτοι τρίβοις αἰσχρᾶς πολιτείας καὶ διαφθορᾷ δογμάτων, τό γε εἰς τόλμαν ἧκον τὴν αὐτῶν, κατανεμησάμενοι ἐλυμήναντο. Ἀπὸ γὰρ τῶν ὀρθῶν καὶ καθαρῶν δογμάτων καὶ τῆς τῶν Χριστιανῶν ἀμωμήτου πίστεως παραφθείρειν τούτους καὶ ὑποσπᾶν κατεπανουργεύσαντο. Καὶ πρῶτον μὲν αὐτοὺς οὐχ ὁσίως εἰς τὴν τῶν Σαββάτων νηστείαν μετέστησαν· οἶδεν δὲ καὶ ἡ μικρὰ τῶν παραδοθέντων ἀθέτησις καὶ πρὸς ὅλην τοῦ δόγματος ἐπιτρῖψαι καταφρόνησιν. Ἔπειτα δὲ τὴν τῶν νηστειῶν πρώτην ἑβδομάδα, τῆς ἄλλης νηστείας περικόψαντες, εἰς γαλακτοποσίας καὶ τυροῦ τροφὴν καὶ τὴν τῶν ὁμοίων ἀδηφαγίαν καθείλκυσαν, ἐντεῦθεν αὐτοῖς τὴν ὁδὸν τῶν παραβάσεων ἐμπλατύνοντες καὶ τῆς εὐθείας τρίβου καὶ βασιλικῆς διαστρέφοντες. Καὶ δὴ καὶ τοὺς ἐνθέσμῳ γάμῳ πρεσβυτέρους διαπρέποντας οἱ πολλὰς κόρας χωρὶς ἀνδρός γυναῖκας δεικνύοντες καὶ γυναῖκας παῖδας ἐκτρεφούσας, ὧν οὐκ ἔστιν πατέρας θεάσασθαι, οὗτοι τοὺς ὡς ἀληθῶς Θεοῦ ἱερεῖς μυσάττεσθαί τε καὶ ἀποστρέφεσθαι παρεσκεύασαν, τῆς Μανοῦ γεωργίας ἐν αὐτοῖς τὰ σπέρματα κατασπείροντες καὶ ψυχὰς ἄρτι βλαστάνειν ἀρξαμένας τὸν σπόρον τῆς εὐσεβείας τῇ τῶν ζιζανίων ἐπισπορᾷ λυμαινόμενοι. Ἀλλά γε δὴ καὶ τοὺς ὑπὸ πρεσβυτέρων μύρῳ χρισθέντας ἀναμυρίζειν αὐτοὶ οὐ πεφρίκασιν, ἐπισκόπους ἑαυτοὺς ἀναγορεύοντες, καὶ τὸ τῶν πρεσβυτέρων χρῖσμα ἄχρηστον εἶναι καὶ εἰς μάτην ἐπιτελεῖσθαι τερατευόμενοι. Ἆρ᾿ ἔστιν ὃς τηλικαύτην ἀκοῇ παρείληφεν ἄνοιαν, ἣν κατατολμᾶν οἱ παράφρονες οὐκ ἐνάρκησαν, τοὺς ἅπαξ μύρῳ χρισθέντας ἀναχρίοντες καὶ τὰ τῶν χριστιανῶν ὑπερφυῆ καὶ θεῖα μυστήρια εἰς λῆρον μακρὸν καὶ πλατὺν ἐξορχούμενοι γέλωτα; Καὶ τό γε σοφὸν τῶν ὡς ἀληθῶς ἀμυήτων, οὐ γὰρ ἔξεστιν, φασίν, ἱερεῦσιν τοὺς τελουμένους μύρῳ ἁγιάζειν, ἀρχιερεῦσιν γὰρ μόνοις ἐνομίσθη. Πόθεν ὁ νόμος; Τίς δ᾿ ὁ νομοθέτης; Ποῖος τῶν ἀποστόλων; Τῶν πατέρων δέ; Ἀλλὰ τῶν συνόδων, ἡ ποῦ καὶ πότε συστᾶσα; Τίνων δὲ κρατήσασα ψήφοις; Οὐκ ἔξεστιν ἱερεῖ μύρῳ τοὺς βαπτιζομένους σφραγίζειν; Οὐκοῦν οὐδὲ βαπτίζειν ὅλως, οὐδὲ ἱερᾶσθαι ἄρα, ἵνα σοι μηδὲ ἡμίτομος ὁ ἱερεύς, ἀλλ᾿ ὁλόκληρος εἰς ἀνίερον εἴη κλῆρον ἀπεληλαμένος. Ἱερουργεῖ τὸ δεσποτικὸν σῶμα καὶ αἷμα Χριστοῦ καὶ τοὺς πάλαι μυσταγωγηθέντας δι᾿ αὐτῶν καθαγιάζει· πῶς οὐχ ἁγιάσει μύρῳ, χρίων τοὺς νῦν τελουμένους; Βαπτίζει ὁ ἱερεύς, καθάρσιον δῶρον τῷ βαπτιζομένῳ τελεσιουργῶν· πῶς, ἧς τελεσιουργὸς αὐτὸς ὑπάρχει καθάρσεως, ἀφαιρήσεις αὐτοῦ τὴν φυλακὴν καὶ σφραγῖδα; Ἀλλ᾿ ἀφαιρεῖς τὴν σφραγῖδα; μηδ᾿ ὑπηρετεῖν ἐπιτρέψῃς τῷ δώρῳ, μηδ᾿ ἐν αὐτῷ τινας τελεσιουργεῖν, ἵνα σε, γυμνοῖς ὁ σὸς ἱερεὺς ἐνδιαπρέπων ὀνόμασιν, τῆς αὐτῆς αὐτῷ χοροστασίας κορυφαῖον δείξῃ καὶ ἐπίσκοπον. Ἀλλὰ γὰρ οὐχὶ μόνον εἰς ταῦτα παρανομεῖν ἐξηνέχθησαν, ἀλλὰ καί, εἴ τις κακῶν ἐστι κορωνίς, εἰς ταύτην ἀνέδραμον. Πρὸς γάρ τοι τοῖς εἰρημένοις ἀτοπήμασιν καὶ τὸ ἱερὸν καὶ ἅγιον Σύμβολον, ὃ πᾶσι τοῖς συνοδικοῖς καὶ οἰκουμενικοῖς ψηφίσμασιν ἄμαχον ἐχει τὴν ἰσχύν, νόθοις λογισμοῖς καὶ παρεγγράπτοις λόγοις καὶ θράσους ὑπερβολῇ κιβδηλεύειν ἐπεχείρησαν, ὦ τῶν τοῦ πονηροῦ μηχανημάτων, τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἐκ τοῦ Πατρὸς μόνον, ἀλλά γε καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι καινολογήσαντες. Τίς ποτε τοιαύτην παρὰ τῶν πώποτε ἀσεβησάντων φωνὴν ἤκουσε ῥαγεῖσαν; Ποῖος σκολιὸς ὄφις εἰς τὰς ἐκείνων καρδίας τοῦτο ἠρεύξατο; Τίς ὅλως ἀνάσχοιτο τῶν ἐν χριστιανοῖς τελούντων ἐπὶ τῆς ἁγίας Τριάδος δύο εἰσάγειν αἴτια, Υἱοῦ μὲν καὶ Πνεύματος τὸν Πατέρα, τοῦ Πνεύματος δὲ πάλιν τὸν Υἱόν, καὶ εἰς διθεΐαν τήν μοναρχίαν λύειν καὶ μηδὲν ἧττον τῆς ἑλληνικῆς μυθολογίας τὴν τῶν χριστιανῶν σπαράττειν θεολογίαν, καὶ τῆς ὑπερουσίου καὶ μοναρχικῆς Τριάδος ἐξυβρίζειν τὸ ἀξίωμα; Διὰ τί δὲ καὶ ἐκπορευθείη τοῦ Υἱοῦ τὸ Πνεῦμα; Εἰ γὰρ ἡ ἐκ τοῦ Πατρὸς ἐκπόρευσις τελεία, τελεία δὲ ὅτι θεὸς τέλειος ἐκ Θεοῦ τελείου, τίς ἡ ἐκ τοῦ Υἱοῦ ἐκπόρευσις, καὶ διὰ τί; Περιττὸν γὰρ ἂν εἴη τοῦτο καὶ μάταιον. Ἔτι δέ, εἰ ἐκπορεύεται τοῦ Υἱοῦ τὸ Πνεῦμα, ὥσπερ ἐκ Πατρός, τί μὴ καὶ ὁ Υἰὸς ἐκ τοῦ Πνεύματος γεννᾶται, ὥσπερ ἐκ Πατρός, ἵνα εἴη πάντα τοῖς ἀσεβοῦσιν ἀσεβῆ, καὶ αἱ γνῶμαι καὶ τὰ ῥήματα, καὶ μηδὲν αὐτοῖς ἀτόλμητον ὑπολείποιτο; Σκόπει δὲ κἀκεῖνο. Εἰ γὰρ ἐν ᾧ τοῦ Πατρὸς ἐκπορεύεται τὸ Πνεῦμα ἡ ἰδιότης ἐπιγινώσκεται αὐτοῦ, ὡσαύτως δὲ καὶ ἐν ᾧ γεννᾶται ὁ Υἱὸς ἡ τοῦ Υἱοῦ· ἐκπορεύεται δέ, ὡς ὁ ἐκείνων λῆρος, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, πλείοσιν ἄρα ἰδιότησι διαστέλλεται τὸ Πνεῦμα τοῦ Πατρὸς ἤπερ ὁ Υἱός. Κοινὸν μὲν γὰρ Πατρὶ καὶ Υἱῷ ἡ ἐξ αὐτῶν τοῦ Πνεύματος πρόοδος, ἰδία δὲ τοῦ Πνεύματος ἥ τε ἐκ τοῦ Πατρὸς ἐκπόρευσις καὶ μὴν καὶ ἡ ἐκ τοῦ Υἱοῦ. Εἰ δὲ πλείοσιν διαφοραῖς διαστέλλεται τὸ Πνεῦμα ἤπερ ὁ Υἱός, ἐγγυτέρω ἄν εἴη τῆς πατρικῆς οὐσίας ὁ Υἱὸς ἤπερ τὸ Πνεῦμα. Καὶ οὕτως ἡ Μακεδονίου πάλιν κατὰ τοῦ Πνεύματος παρακύψει τόλμα, τὸ ἐκείνων ὑποδυομένη δρᾶμα καὶ τὴν σκηνήν. Ἄλλως τε δέ, εἰ πάντα τὰ κοινὰ Πατρὸς καὶ Υἱοῦ, καὶ τοῦ Πνεύματος πάντως ὑπάρχει κοινά, ὡς τὸ θεός, τὸ βασιλεύς, τὸ κύριος, τὸ δημιουργός, τὸ παντοκράτωρ, τὸ ὑπερούσιον, τὸ ἁπλοῦν, τὸ ἀσχημάτιστον, τὸ ἀσώματον, τὸ ἀόρατον, ἁπλῶς τὰ ἄλλα πάντα· κοινὸν δὲ Πατρὸς καὶ Υἱοῦ ἡ τοῦ Πνεύματος ἐξ αὐτῶν πρόοδος, καὶ ἐξ ἑαυτοῦ ἄρα ἐκπορευθήσεται τὸ Πνεῦμα, καὶ ἀρχὴ ἔσται αὐτὸ ἑαυτοῦ καὶ αἴτιον ἅμα καὶ αἰτιατόν· ὅπερ οὐδ᾽ οἱ τῶν Ἑλλήνων μῦθοι ἀνεπλάσαντο. Ἀλλὰ καὶ εἰ μόνου Πνεύματός ἐστι τὸ εἰς ἀρχὰς ἀναφέρσθαι διαφόρους, πῶς οὐκ ἔστιν μόνου Πνεύματος τὸ πολύαρχον ἔχειν ἀρχήν; Ἔτι δέ, εἰ ἐν οἷς Πατρὶ καὶ Υἱῷ κοινωνίαν ἐκαινούργησαν, τὸ Πνεῦμα τούτοις ἀποτειχίζουσιν, Πατὴρ δὲ κατ᾿ οὐσίαν Υἱῷ, ἀλλ᾿ οὐ κατά τι τῶν ἰδιωμάτων εἰς κοινωνίαν συνάπτεται, τῆς κατ᾿ οὐσίαν ἄρα συγγενείας τὸ Πνεῦμα περιορίζουσιν. Ὁρᾷς ὡς μάτην οὗτοι, μᾶλλον δ᾿ εἰς πρόχειρον θήραν τῶν πολλῶν, τὸ τῶν χριστιανῶν ἑαυτοῖς ἐπέθεσαν ὄνομα; Ἐκπορεύεται τὸ Πνεῦμα τοῦ Υἱοῦ. Πόθεν ἤκουσας τοῦτο; Ἐκ ποίων εὐαγγελιστῶν τὴν φωνὴν ἔχεις ταύτην; Ποίας συνόδου τὸ βλάσφημον τοῦτο ῥῆμα; Ὁ Κύριος καὶ θεὸς ἡμῶν φησιν· τὸ Πνεῦμα, ὅ παρά τοῦ Πατρὸς ἐκπορεύεται. Οἱ δὲ τῆς καινῆς ταύτης δυσσεβίας πατέρες «τὸ Πνεῦμα», φασίν, «ὅ παρὰ τοῦ Υἱοῦ ἐκπορεύεται». Τίς οὐ κλείσει τὰ ὦτα πρὸς τὴν ὑπερβολὴν τῆς βλασφημίας ταύτης; Αὕτη κατὰ τῶν εὐαγγελίων ἵσταται, πρὸς τὰς ἁγίας ἀπομάχεται συνόδους, τοὺς μακαρίους καὶ ἁγίους παραγράφεται Πατέρας, τὸν μέγαν Ἀθανάσιον, τὸν ἐν θεολογίᾳ περιβόητον Γρηγόριον, τὴν βασίλειον τῆς Ἐκκλησίας στολήν, τὸν μέγαν Βασίλειον, τὸ χρυσοῦν τῆς οἰκουμένης στόμα, τὸ τῆς σοφίας πέλαγος, τὸν ὡς ἀληθῶς Χρυσόστομον. Καὶ τί λέγω τὸν δεῖνα ἢ τὸν δεῖνα; κατὰ πάντων ὁμοῦ τῶν ἁγίων, προφητῶν, ἀποστόλων, ἱεραρχῶν, μαρτύρων, καὶ αὐτῶν τῶν δεσποτικῶν φωνῶν ἡ βλάσφημος αὕτη καὶ θεομάχος φωνὴ ἐξοπλίζεται. Τὸ Πνεῦμα τοῦ Υἱοῦ ἐκπορεύεται; Πότερον τὴν αὐτὴν ἐκπόρευσιν ἤ τῆς πατρῴας ἀντίθετον; Εἰ μὲν γὰρ τὴν αὐτήν, πῶς οὐ κοινοῦνται αἱ ἰδιότητες, αἷς καὶ μόναις ἡ τριὰς τριὰς εἶναι καὶ προσκυνεῖσθαι χαρακτηρίζεται; Εἰ δὲ ἐκείνης ἀντίθετον, πῶς ἡμῖν οὐ Μάνεντες καὶ Μαρκίωνες τῷ ῥήματι τούτῳ προκύπτουσιν, τὴν θεομάχον πάλιν κατὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γλῶσσαν προτείνοντες; Πρὸς δέ γε τοῖς εἰρημένοις, εἰ ἐκ τοῦ Πατρὸς μὲν ὁ Υἱὸς γεγέννηται, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, ὡς εἰς δύο αἰτίας ἀναφερόμενον, οὐδὲ τὸ σύνθετον εἶναι διαδράσειεν. Ἔτι δέ, εἰ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς γεγέννηται, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, τίς ἡ καινοτομία τοῦ Πνεύματος, μὴ καὶ ἕτερόν τι αὐτοῦ ἐκπεπορεῦσθαι; Ὡς συνάγεσθαι κατὰ τὴν ἐκείνων θεομάχων γνώμην μὴ τρεῖς, ἀλλὰ τέσσαρας τὰς ὑποστάσεις, μᾶλλον δ᾽ ἀπείρους, τῆς τετάρτης αὐτοῖς ἄλλην προβαλλούσης, κἀκείνης πάλιν ἑτέραν, μέχρις ἂν εἰς τὴν ἑλληνικὴν πολυπλήθειαν ἐκπέσωσιν; Πρὸς δέ γε τοῖς εἰρημένοις κἀκεῖνο ἄν τις ἐπισκοπήσειεν, ὡς εἴπερ ἡ τοῦ Πνεύματος ἐκ τοῦ Πατρὸς πρόοδος εἰς ὕπαρξιν συντελεῖ, τί συνοίσει τῷ Πνεύματι ἡ ἐκ τοῦ Υἱοῦ ἐκπόρευσις, τῆς πατρικῆς ἀρκούσης εἰς ὕπαρξιν; Οὐ γάρ τις εἰς ἕτερόν τι τῶν περὶ τὴν οὐσίαν συντελεῖν κατατολμήσειε λέγειν, πάσης διπλόης καὶ συνθέσεως τῆς μακαρίας καὶ θείας ἐκείνης φύσεως ὡς ἀπωτάτω κειμένης. Χωρὶς δὲ τῶν εἰρημένων, εἰ πᾶν ὅπερ μή ἐστι κοινὸν τῆς παντοκρατορικῆς καὶ ὁμοουσίου καὶ ὑπερφυοῦς Τριάδος ἑνός ἐστι μόνου τῶν τριῶν, οὐκ ἔστι δὲ ἡ τοῦ Πνεύματος προβολὴ κοινὸν τῶν τριῶν, ἑνὸς ἄρα ἐστὶν μόνου τῶν τριῶν. Πότερον οὖν ἐκ τοῦ Πατρὸς φήσουσιν ἐκπορεύεσθαι τὸ Πνεῦμα; Καὶ πῶς οὐκ ἐξομόσονται τὴν φίλην αὐτοῖς καὶ καινὴν μυσταγωγίαν; Εἰ δ᾿ ἐκ τοῦ Υἱοῦ, τί μή κατ᾿ ἀρχὰς ἐθάρρησαν αὐτῶν ὅλην ἐκκαλύψαι τὴν θεομαχίαν, ὡς οὐ μόνον τὸν Υἱὸν εἰς τὴν τοῦ Πνεύματος προβολὴν ἐγκαθιστῶσιν, ἀλλὰ καὶ τοῦ Πατρὸς ταύτην ἀφαιροῦνται; Οἷς ἀκόλουθον δήπου καὶ τὴν γέννησιν τῇ προβολῇ συμμετατιθέντας μηδὲ τὸν Υἱὸν ἐκ τοῦ Πατρός, ἀλλὰ τὸν Πατέρα τερατολογεῖν ἐκ τοῦ Υἱοῦ γεγεννῆσθαι, ἵνα μὴ τῶν δυσσεβούντων μόνον, ἀλλὰ καὶ τῶν μαινομένων ὦσιν πρωτοστάται. Ὅρα δὲ κἀντεῦθεν κατάφωρον αὐτῶν τὸ δεσσεβὲς καὶ ἀνόητον δεικνύμενον βούλημα. Ἐπεὶ γὰρ ἅπαν, ὃ θεωρεῖται καὶ λέγεται ἐν τῇ παναγίᾳ καὶ ὁμοφυεῖ καὶ ὑπερουσίῳ Τριάδι, ἤ κοινόν ἐστι πάντως ἢ ἑνὸς καὶ μόνου τῶν τριῶν, ἡ δὲ τοῦ Πνεύματος προβολὴ οὔτε κοινόν ἐστιν, ἀλλ᾿ οὐδ᾿ ὡς οὗτοί φασιν ἑνὸς καὶ μόνου τινός, ἵλεως δὲ ἡμῖν εἴη, καὶ εἰς τὰς ἐκείνων τρέποιτο τὸ βλάσφημον κεφαλάς, οὐκ ἄρα ὅλως ἐστὶν ἐν τῇ ζωαρχικῇ καὶ παντελείῳ Τριάδι ἡ τοῦ Πνεύματος προβολή. Καὶ μυρία ἄν τις τὴν ἄθεον αὐτῶν γνώμην διελέγχων τοῖς εἰρημένοις ἐπιμετρήσειεν, ἃ τῆς ἐπιστολῆς ὁ νόμος οὐκ ἐᾷ νῦν ἐντάττειν, οὐδὲ παρατίθεσθαι. Διὸ καί, ἅπερ εἴρηται στοιχειωδῶς τε καὶ ἐν τύπῳ ἀπηγγέλθησαν, τῶν κατὰ μέρος ἐλέγχων καὶ τῆς ἐν πλάτει διδασκαλίας Θεοῦ διδόντος εἰς τὴν κοινὴν ταμιευομένων συνέλευσιν. Ταύτην τὴν ἀσέβειαν οἱ τοῦ σκότους ἐκεῖνοι ἐπίσκοποι, ἐπισκόπους γὰς ἑαυτοὺς ἐπεφήμιζον, μετὰ τῶν ἄλλων ἀθεμίτων εἰς τὸ ἁπαλὸν ἐκεῖνο καὶ νεοσύστατον τῶν Βουλγάρων ἔθνος ἐνέσπειραν. Ἦλθεν ἡ τούτων φήμη εἰς τὰς ἡμετέρας ἀκοάς. Ἐπλήγημεν διὰ μέσων τῶν σπλάγχνων καιρίαν πληγήν, ὡς εἴ τις τὰ ἔκγονα τῆς κοιλίας αὐτοῦ κατ᾿ ὀφθαλμοὺς ἴδοι ὑπὸ ἐρπετῶν καὶ θηρίων σπαρασσόμενά τε καὶ διασπώμενα. Καὶ γάρ, οἷς κόποι καὶ πόνοι καὶ ἱδρῶτες εἰς τὴν ἐκείνων ἀναγέννησίν τε καὶ τελείωσιν κατεβλήθησαν, ἀναλόγως αὐτοῖς συμπεσεῖν ἀφόρητον τὴν λύπην καὶ τήν συμφοράν, τῶν γεννημάτων παραπολλυμένων, ἐξεγένετο. Οὔτω γὰρ ἐθρηνήσαμεν ἐπὶ τῷ συνεχθέντι παθήματι, ὅσον χαρᾶς ἐπληρώθημεν τῆς παλαιᾶς πλάνης ἀπαλλαγέντας αὐτοὺς θεασάμενοι. Ἀλλ᾿ ἐκείνους μὲν ἐθρηνήσαμέν τε καὶ θρηνοῦμεν, καὶ ἀνορθωθῆναι τοῦ πτώματος οὐ δώσομεν τοῖς ὀφθαλμοῖς ἡμῶν ὕπνον, οὐδὲ τοῖς βλεφάροις νυσταγμόν, ἕως ἂν αὐτοὺς εἰς τὸ τοῦ Κυρίου κατὰ τὸ δυνατὸν ἡμῖν εἰσελάσωμεν σκήνωμα. Τοὺς δὲ νέους τῆς ἀποστασίας προδρόμους, τοὺς θεραπευτὰς τοῦ ἀντικειμένου, τοὺς μυρίων ἐνόχους θανάτων, τοὺς κοινοὺς λυμεῶνας, τοὺς τὸ ἁπαλὸν ἐκεῖνο καὶ νεοσύστατον είς τὴν εὐσέβειαν ἔθνος τοσούτοις καὶ τηλικούτοις σπαραγμοῖς διασπαράξαντας, τούτους τοὺς ἀπατεῶνας καὶ θεομάχους συνοδικῇ καὶ θείᾳ κατεκρίναμεν ψήφῳ. Οὐ νῦν αὐτῶν τὴν ἀπόφασιν καθορίζοντες, ἀλλ᾿ ἐκ τῶν ἤδη συνόδων καὶ ἀποστολικῶν θεσμῶν τὴν προωρισμένην αὐτοῖς καταδίκην ὑπεκφαίνοντες καὶ πᾶσι ποιοῦντες ἐπίδηλον. Πέφυκεν γὰρ τὸ ἀνθρώπινον οὐχ οὕτω ταῖς παρελθούσαις τιμωρίαις ἀσφαλίζεσθαι ὡς ταῖς ὁρωμέναις σωφρονίζεσθαι, καὶ τῶν φθασάντων ὑπάρχει βεβαίωσις ἡ τῶν ἐνεστηκότων συμφώνησις. Διὸ τούτους, ἐπιμένοντας αὐτῶν τῇ πολυτρόπῳ πλάνῃ, πάσης ἀγέλης χριστιανῶν ἐκκηρύκτους ἐποιησάμεθα. Καὶ γὰρ ὁ τῶν ἁγίων Ἀποστόλων τέταρτος καὶ ἑξηκοστὸς κανὼν τοὺς ἐν τοῖς σάββασιν νηστείαν ἐπιτηδεύοντας ὧδέ πως ἀπορραπίζων φησίν· Εἴ τις κληρικὸς εὑρεθῇ τὴν κυριακὴν ἡμέραν νηστεύων ἢ τὸ σάββατον, πλὴν τοῦ ἑνὸς μόνου, καθαιρείσθω· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω. Ναὶ δὴ καὶ ὁ τῆς ἁγίας καὶ Οἰκουμενικῆς ἕκτης συνόδου πέμπτος καὶ πεντηκοστὸς κανών, οὕτω πως ἀποφαινόμενος· Ἐπειδὴ μεμαθήκαμεν τοὺς ἐν τῇ Ῥωμαίων πόλει ἐν ταῖς ἁγίαις τῆς τεσσαρακοστῆς νηστείαις τοῖς ταύτης σάββασιν νηστεύειν παρὰ τὴν παραδοθεῖσαν ἐκκλησιαστικὴν ἀκολουθίαν, ἔδοξεν τῇ ἁγίᾳ συνόδῳ, ὥστε κρατεῖν καὶ ἐπὶ τὴν Ῥωμαίων ἐκκλησίαν ἀπαρασαλεύτως τὸν κανόνα τὸν λέγοντα· εἴ τις κληρικὸς εὑρεθῇ τῇ ἁγίᾳ κυριακῇ νηστεύων ἢ τὸ σάββατον, πλὴν τοῦ ἑνὸς καὶ μόνου, καθαιρείσθω· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω. Ἀλλά γε δὴ καὶ ὁ τῆς ἐν Γάγγρᾳ συνόδου περὶ τῶν τὸν γάμον βδελυσσομένων κανὼν τέταρτος ταῦτά φησιν· Εἴ τις διακρίνοιτο παρὰ πρεσβυτέρου γεγαμηκότος, ὡς μὴ χρῆναι λειτουργήσαντος αὐτοῦ προσφορᾶς μεταλαμβάνειν, ἀνάθεμα ἔστω. Ὡσαύτως δὲ ψῆφον ὁμόφωνον φέρει κατ᾿ αὐτῶν καὶ ἡ ἕκτη σύνοδος, τοῦτον ἀναγράφουσα τὸν τρόπον· Ἐπειδὴ ἐν τῇ Ῥωμαίων ἐκκλησίᾳ ἐν τάξει κανόνος παραδεδόσθαι διέγνωμεν, τοὺς μέλλοντας διακόνου ἢ πρεσβυτέρου ἀξιοῦσθαι χειροτονίας καθομολογεῖν ὡς οὐκέτι ταῖς αὐτῶν συνάπτονται γαμεταῖς, ἡμεῖς, τῷ ἀρχαίῳ ἐξακολουθοῦντες κανόνι τῆς ἀποστολικῆς ἀκριβείας καὶ τάξεως, τὰ τῶν ἱερῶν ἀνδρῶν κατὰ νόμους συνοικέσια καὶ ἀπὸ τοῦ νῦν ἐρρῶσθαι βουλόμεθα, μηδαμῶς αὐτῶν τὴν πρὸς γαμετὰς συνάφειαν διαλύοντες ἢ ἀποστεροῦντες αὐτοὺς τῆς πρὸς ἀλλήλους κατὰ καιρὸν τὸν προσήκοντα ὁμιλίας. Ὥστε εἴ τις ἄξιος εὑρεθῇ πρὸς χειροτονίαν διακόνου ἢ ὑποδιακόνου, οὗτος μηδαμῶς κωλυέσθω ἐπὶ τὸν τοιοῦτον βαθμὸν ἐμβιβάζεσθαι, γαμετῇ συνοικῶν νομίμῳ. Μήτε μὴν ἐν τῷ τῆς χειροτονίας καιρῷ ἀπαιτείσθω ὁμολογεῖν ὡς ἀποστήσεται τῆς νομίμου πρὸς τὴν οἰκείαν γαμετὴν ὁμιλίας, ἵνα μὴ ἐντεῦθεν τὸν ἐκ Θεοῦ νομοθετηθέντα καὶ εὐλογηθέντα τῇ αὐτοῦ παρουσίᾳ γάμον καθυβρίζειν ἐκβιασθῶμεν, τῆς τοῦ εὐαγγελίου φωνῆς βοώσης· Οὓς ὁ Θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω, καὶ τοῦ ἀποστόλου διδάσκοντος· τίμιον τὸν γάμον ἐν πᾶσι καὶ τὴν κοίτην ἀμίαντον, καὶ δέδεσθαι γυναικί; μὴ ζήτει λύσιν. Εἴ τις οὖν τολμήσει, παρὰ τοὺς ἀποστολικοὺς κανόνας κινούμενος, τινὰ τῶν ἱερωμένων, πρεσβύτερόν φαμεν ἢ διάκονον ἢ ὑποδιάκονον, ἀποστερεῖν τῆς πρὸς τὴν νόμιμον γυναῖκα συναφείας τε καὶ κοινωνίας, καθαιρείσθω. Ὡσαύτως καὶ εἴ τις πρεσβύτερος ἢ διάκονος τὴν αὐτοῦ γυναῖκα προφάσει εὐλαβείας ἐκβάλλει, ἀφοριζέσθω· ἐπιμένων δὲ καθαιρείσθω. Ἡ δὲ κατάλυσις τῆς πρώτης ἑβδομάδος καὶ ὁ ἀναμυρισμὸς τῶν ἤδη βεβαπτισμένων καὶ μεμυρισμένων οὐδὲ κακόνων, οἶμαι, δεήσεται εἰς κατάγνωσιν, αὐτόθεν καὶ μόνης τῆς διηγήσεως πᾶσαν ὑπερβολὴν ἐκνικώσης δυσσεβήματος. Οὐ μὴν ἀλλὰ καὶ ἡ κατὰ τοῦ Πνεύματος, μᾶλλον δὲ καθ᾿ ὅλης τῆς ἁγίας Τριάδος, ὑπερβολὴν οὐ λείπουσα βλασφημία, κἄν μηδὲν ἕτερον εἴη τῶν προειρημένων τετολμημένον, ἐξαρκεῖ καὶ μόνον μυρίοις αὐτοὺς ὑπαγαγεῖν ἀναθέμασιν. Τούτων τὴν γνῶσιν καὶ είδησιν κατὰ τὸ παλαιόν τῆς Ἐκκλησίας ἔθος ἀνενεγκεῖν τῇ ὑμετέρᾳ ἐν Κυρίῳ ἀδελφότητι ἐδικαιώσαμεν, καὶ προθύμους καὶ συναγωνιστὰς γενέσθαι ἐπὶ τῇ καθαιρέσει τῶν δυσσεβῶν τούτων καὶ ἀθέων κεφαλαίων παραινοῦμέν τε καὶ δεόμεθα, καὶ μὴ λιπεῖν τὴν πατρῴαν τάξιν, ἣν ὑμᾶς οἱ πρόγονοι δι᾿ ὧν ἔπραξαν κατέχειν παραδεδώκασιν. Ἀλλὰ σπουδῇ πολλῇ καὶ προθυμίᾳ ἀνθ᾿ ὑμῶν τοποτηρητάς τινας ἑλέσθαι καὶ ἀποστεῖλαι, ἄνδρας τὸ ὑμέτερον ἐπέχοντας πρόσωπον, εὐσεβείᾳ καὶ ἱερωσύνῃ καὶ λόγῳ καὶ βίῳ κεκοσμημένους, ὡς ἂν τὴν ἀρτιφανῆ τῆς ἀσεβείας ταύτης ἐφερπύσασαν γάγγραιναν ἐκ μέσου τῆς Ἐκκλησίας ποιησώμεθα καὶ τοὺς ἐκμανέντας τοσαύτην ἐπισπορὰν πονηρίας εἰς τὸ νεοπαγὲς καὶ νεοσύστατον ἔθνος εἰσενεγκεῖν αὐταῖς ἀνασπάσαι ῥίζαις καὶ τῷ πυρὶ παραδοῦναι διὰ τῆς κοινῆς ἀποφάσεως, ὃ τοὺς κατηραμένους ὑποδέχεσθαι τὰ κυριακὰ θεσπίζουσι λόγια. Οὕτω γὰρ τῆς μὲν ἀσεβείας ἐλαυνομένης καὶ τῆς εὐσεβείας κραταιουμένης, ἐλπίδας ἔχομεν ἀγαθὰς εἰς τὴν παραδοθεῖσαν αὐτοῖς ἐπαναστρέψαι πίστιν καὶ τὸ νεοκατήχητον εἰς Χριστὸν καὶ νεοφώτιστον τῶν Βουλγάρων πλήρωμα. Καὶ γὰρ οὐ μόνον τὸ ἔθνος τοῦτο τὴν εἰς Χριστὸν πίστιν τῆς προτέρας ἀσεβείας ἠλλάξατο, ἀλλά γε δὴ καὶ τὸ παρὰ πολλοῖς πολλάκις θρυλούμενον καὶ εἰς ὠμότητα καὶ μιαιφονίαν πάντας δευτέρους ταττόμενον, τοῦτο δὴ τὸ καλούμενον Ῥῶς, οἵ δὴ καὶ κατὰ τῆς ῥωμαϊκῆς ἀρχῆς, τοὺς πέριξ αὐτῶν δουλωσάμενοι κἀκεῖθεν ὑπέρογκα φρονηματισθέντες, χεῖραν ἀντῆραν. Ἀλλ᾿ ὅμως νῦν καὶ οὗτοι τὴν τῶν χριστιανῶν καθαρὰν καὶ ἀκίβδηλον θρησκείαν τῆς ἑλληνικῆς καὶ ἀθέου δόξης, ἐν ᾗ κατείχοντο πρότερον, ἀντηλλάξαντο, ἐν ὑπηκόων ἑαυτοὺς καὶ προξένων τάξει ἀντὶ τῆς πρὸ μικροῦ καθ᾽ ἡμῶν λεηλασίας καὶ τοῦ μεγάλου τολμήματος ἀγαπητῶς ἐγκαταστήσαντες. Καὶ ἐπὶ τοσοῦτον αὐτοὺς ὁ τῆς πίστεως πόθος καὶ ζῆλος ἀνέφλεξεν, Παῦλος πάλιν βοᾷ· εὐλογητὸς ὁ Θεὸς εἰς τοὺς αἰῶνας, ὥστε καὶ ἐπίσκοπον καὶ ποιμένα δέξασθαι καὶ τὰ τῶν χριστιανῶν θρησκεύματα διὰ πολλῆς σπουδῆς καὶ ἐπιμελείας ἀσπάζεσθαι. Τούτων οὖν οὕτω τῇ τοῦ φιλανθρώπου Θεοῦ χάριτι, τοῦ πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τῶν παλαιῶν αὐτοῖς δοξασμάτων μετατιθεμένων καὶ τὴν εἰλικρινῆ τῶν χριστιανῶν πίστιν ἐκείνων ἀλλασσομένων, εἰ διανασταίη καὶ ἡ ὑμετέρα ἀδελφότης συμπροθυμηθῆναι καὶ συγκατεργάσασθαι εἰς τὴν ἐκκοπὴν καὶ καῦσιν τῶν παραφυάδων, ἐν Κυρίῳ Ἰησοῦ Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν πεποιθότες ἐσμέν, ὅτι τὸ ποίμνιον αὐτοῦ ἐπὶ πλέον ἔτι μᾶλλον αὐξηθήσεται καὶ πληρωθήσεται τὸ εἰρημένον ὅτι· Εἰδήσουσί με πάντες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, καί· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστολικῶν διδαγμάτων, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Δεῖ οὖν παρ᾽ ὑμῶν ἀνθ᾿ ὑμῶν στελλομένους καὶ τὸ ὑμέτερον ὑποδυομένους ἱερὸν καὶ ὅσιον πρόσωπον τὴν ὑμετέραν αὐθεντίαν, ἣν ὑμεῖς ἐν Πνεύματι ἁγίῳ ἐκληρώσασθε ἐγχειρισθῆναι, ὡς ἂν περί τε τούτων τῶν κεφαλαίων καὶ περὶ ἑτέρων τούτοις παραπλησίων ἐξ αὐθεντίας ὦσιν ἀποστολικοῦ θρόνου καὶ λέγειν ἱκανοὶ καὶ πράττειν ἀκώλυτοι. Καὶ γὰρ δὴ καὶ ἀπὸ τῶν τῆς Ἰταλίας μερῶν συνοδική τις ἐπιστολὴ πρὸς ἡμᾶς ἀναπεφοίτηκεν ἀρρήτων ἐγκλημάτων γέμουσα, ἅτινα κατὰ τοῦ οἰκείου αὐτῶν ἐπισκόπου οἱ τὴν Ἰταλίαν οἰκοῦντες μετὰ πολλῆς κατακρίσεως καὶ ὅρκων μυρίων διεπέμψαντο, μὴ παριδεῖν αὐτοὺς οὕτως οἰκτρῶς ὀλλυμένους καὶ ὑπὸ τηλικαύτης βαρείας πιεζομένους τυραννίδος, καὶ τοὺς ἱερατικοὺς νόμους ὑβριζομένους καὶ πάντας θεσμοὺς Ἐκκλησίας ἀνατρεπομένους. Ἅ καὶ πάλαι μὲν διὰ μοναχῶν καὶ πρεσβυτέρων ἐκεῖθεν ἀναδραμόντων εἰς πάντων ἀκοὰς διεφέροντο, Βασίλειος δ᾿ ἄρα ἦν καὶ Ζωσιμᾶς, Μητροφάνης τε καὶ σὺν αὐτοῖς ἕτεροι, οἵ τήν τοιαύτην τεραννίδα ἀπωδύροντο καὶ πρὸς ἐκδίκησιν τῶν ἐκκλησιῶν ἐξεκαλοῦντο δακρύοντες. Νῦν δέ, ὡς ἔφθην εἰπών, καὶ γράμματα διάφορα καὶ ἐκ διαφόρων ἐκεῖθεν ἀναπεφοίτηκεν τραγῳδίας ἁπάσης καὶ μυρίων θρήνων γέμοντα. Τὸν τὰ ἴσα κατὰ τὴν ἐκείνων ἀξίωσίν τε καὶ ἐξαίτησιν, καὶ γὰρ εἰς πάντας τοὺς ἀρχιερατικοὺς καὶ ἀποστολικοὺς, θρόνους διαδοθῆναι ταῦτα μετὰ φρικτῶν ὅρκων καὶ παρακλήσεων ἐδυσώπησαν, ὡς αὐτὰ ἐκεῖνα παραστήσει ἀναγινωσκόμενα, τῷδε ἡμῶν τῷ γραμματείῳ ἐνετάξαμεν, ἵνα καὶ περὶ τούτων, τῆς ἁγίας καὶ Οἰκουμενικῆς ἐν Κυρίῳ συνόδου ἀθροιζομένης, τὰ τῷ θεῷ καὶ τοῖς συνοδικοῖς κανόσι δοκοῦντα ψήφῳ βεβαιωθείη κοινῇ, καὶ εἰρήνη βαθεῖα τὰς τοῦ Χριστοῦ ἐκκλησίας καταλήψοιτο. Καὶ γὰρ οὐ μόνον τὴν ὑμετέραν μακαριότητα ἐπὶ τοῦτο προκαλούμεθα, ἀλλά γε δὴ καὶ τῶν ἄλλων ἀρχιερατικῶν καὶ ἀποστολικῶν θρόνων οἱ μὲν ἤδη καὶ πάρεισιν, οἱ δὲ οὐ μετὰ πολὺν χρόνον παρεῖναί εἰσι προσδόκιμοι. Μὴ οὖν ἡ ὑμετέρα ἐν Κυρίῳ ἀδελφότης ἀναβολῇ τινι καὶ παρατάσει χρόνου τοὺς ἀδελφοὺς αὐτῆς διατρίβειν ὑπὲρ τὸ δέον ποιήσῃ, γινώσκουσα ὡς εἴ τι παρὰ τὴν αὐτῆς ὑστέρησιν οὐ κατὰ τὸ δέον ἐλλειπές τι διαπραχθείη, οὐχ ἕτερός τις, ἀλλ᾿ εἰς ἑαυτὴν αὐτὴ τὸ κατάκριμα ἐπισπάσαιτο. Καὶ τοῦτο δὲ προστεθῆναι χρεὼν τοῖς γράμμασιν ἡγησάμεθα, ἵνα τὴν ἁγίαν καὶ Οἰκουμενικὴν ἑβδόμην σύνοδον ταῖς ἁγίαις καὶ Οἰκουμενικαῖς ἕξ συνόδοις συντάττειν καὶ συναριθμεῖν παντὶ τῷ ὑφ᾿ ὑμᾶς τῆς Ἐκκλησίας παραδοθείη πληρώματι. Φήμη γὰρ ἧκεν εἰς ἡμᾶς ὥς τινες τῶν ὑπὸ τὸν ἀποστολικὸν ὑμῶν θρόνον ἐκκλησίαι, μέχρι τῆς ἕκτης τὰς Οἰκουμενικάς ἀριθμοῦσαι συνόδους, τὴν ἑβδόμην οὐκ ἴσασιν. Ἀλλὰ τὰ μὲν ἐν αὐτῇ κυρωθέντα, εἴπερ τι ἄλλο, διὰ σπουδῆς καὶ σεβασμιότητος ἄγουσιν, αὐτὴν δ᾿ ἀνακηρύττειν ἐπὶ τῆς Ἐκκλησίας, ὥσπερ καὶ τὰς ἄλλας, οὔπω ἔτυχον ἐπιγνώσεως, καίτοι τὸ ἴσον ἐκείναις ἁπανταχοῦ διασῳζούσης ἀξίωμα. Καὶ γὰρ καὶ αὕτη μεγίστην καθεῖλεν δυσσέβειαν, συμπαρέδρους αὐτῇ καὶ συμψήφους τοὺς ἐκ τῶν τεσσάρων ἥκοντας ἀρχιερατικῶν θρόνων ἔχουσα. Παρῆν γάρ, ὡς δῆλον, ἀπὸ μὲν τοῦ ὑμετέρου ἀποστολικοῦ θρόνου, τῆς Ἀλεξανδρείας, Θωμᾶς μοναχὸς πρεσβύτερος καὶ οἱ σὺν αὐτῷ, ἀπὸ δὲ Ἱεροσολύμων καὶ Ἀντιοχείας Ἰωάννης καὶ οἱ σὺν αὐτῷ καὶ ἀπό γε τῆς πρεσβυτέρας Ῥώμης Πέτρος ὁ εὐλαβέστατος πρωτοπρεσβύτερος καὶ ἕτερος Πέτρος πρεσβύτερος, μοναχὸς καὶ ἡγούμενος τῆς κατὰ Ῥώμην εὐαγοῦς μονῆς τοῦ ἁγίου Σάβα. Καὶ τούτων ἁπάντων συνεληλυθότων ἅμα τῷ ἡμετέρῳ πατροθείῳ, τῷ ἁγιωτάτῳ καὶ τρισμακαρίστῳ ἀνδρί, Ταρασίῳ ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως, ἡ μεγάλη καὶ Οἰκουμενικὴ ἑβδόμη σύνοδος συνεκροτήθη, τὴν τῶν εἰκονομάχων ἢ Χριστομάχων θριαμβεύσασα καὶ καθελοῦσα δυσσέβειαν. Ἧς ἴσως, τοῦ βαρβαρικοῦ καὶ ἀλλοφύλου τῶν Ἀράβων κατασχόντος τὰς χώρας ἔθνους, οὐκ ἐγένετο ῥᾷστον τὰ πρακτικὰ πρὸς ὑμᾶς διακομισθῆναι. Δι᾿ ἣν αἰτίαν παρά πολλοῖς τῶν αὐτόθι ταύτης αἱ τάξεις, εἰ καὶ τιμῶνται καὶ περιέπονται, ἀλλ᾿ οὖν ὅτι ταύτης εἰσίν, ὥς φασιν, οὐκ εἰσὶν ἐν γνώσει. Χρὴ δ᾿ οὖν καὶ ταύτην, εἰσίν, καθάπερ ἔφημεν, μεγάλην τε καὶ ἁγίαν καὶ Οἰκουμενικὴν καὶ ταῖς πρὸ αὐτῆς ἓξ συνόδοις συνανακηρύττειν. Τὸ γὰρ μὴ οὕτω διαπράττεσθαι καὶ ποιεῖν πρῶτον μὲν ἀδικεῖν ἐστι τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τηλικαύτην ὑπερορῶντας σύνοδον καὶ τοσούτῳ μέρει τὸν σύνδεσμον αὐτῆς καὶ τὴν συνάφειαν διασπῶντας καὶ διαλύοντας. Δεύτερον δὲ καὶ τῶν εἰκονομαχούντων, ὧν οὐδὲν ἔλαττον τῶν ἄλλων αἱρετικῶν εὖ οἶδ᾿ ὅτι μυσάττεσθε τὸ δυσσέβημα, πλατύνειν ἐστὶ τὰ στόματα, οὐχὶ Οἰκουμενικῇ συνόδῳ τὴν αὐτῶν καθαιρεθῆναι δυσσέβειαν, ἀλλ᾿ ἑνὸς θρόνου κρίσει τὴν δίκην ὑπέχειν πρόφασιν ἐχόντων εἰς τό τερατεύεσθαι. Δι᾿ ἅπερ ἅπαντα ἔν τε τοῖς συνοδικοῖς γράμμασιν καὶ ἐν ἀλλαις ἁπάσαις ἐκκλησιαστικαῖς ἱστορίαις καὶ συζητήσεσιν ἀριθμεῖν ταύτην καὶ συγκαταλέγειν ταῖς ἁγίαις καὶ Οἰκουμενικαῖς ἓξ συνόδοις, ἑβδόμην μετ᾽ ἐκείνας τάττοντας, ἀξιοῦμέν τε καὶ ὡς ἀδελφοῖς ἀδελφοὶ παραινοῦμεν, τὰ πρέποντα εἰσηγούμενοι. Χριστὸς δὲ ὁ ἀληθινὸς θεὸς ἡμῶν, ὁ πρῶτος καὶ μέγας ἀρχιερεύς, ὁ ἑκούσιον ὑπὲρ ἡμῶν ἑαυτὸν καλλιερησάμενος σφάγιον καὶ τὸ οἰκεῖον αἷμα λύτρον ὑπὲρ ἡμῶν καταθέμενος, δοίη μὲν τὴν ὑμετέραν ἀρχιερατικὴν καὶ τιμίαν κεφαλὴν κρείττω τῶν κύκλῳ καθισταμένων βαρβαρικῶν ἐθνῶν ὀφθῆναι, δοίη δὲ γαληνὸν καὶ ἤρεμον ἐξανύειν τὸν τοῦ βίου δρόμον· δοίη δὲ τυχεῖν καὶ τῆς ἄνω κληρουχίας ἀνεκλαλήτῳ χαρᾷ καὶ εὐφροσύνῃ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία καὶ ἧς ἀπέδρα ὀδύνη πᾶσα καὶ στεναγμὸς καὶ κατήφεια, ἐν αὐτῷ Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Ὑπερευχόμεθα ὑμῶν κατὰ χρέος τῆς πατρικῆς ὁσιότητος μεμνῆσθαι καὶ αὐτοὶ τῆς ἡμῶν μὴ διαλίποιτε μετριότητος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου