Δευτέρα, 10 Ιουλίου 2017

ΕΠΙΣΤΟΛΗ ΑΓΙΟΥ ΤΑΡΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ



Ἐπιστολὴ τοῦ Ταρασίου Κωνσταντινουπόλεως, πρὸς Ἀδριανὸν Πάπαν Ῥώμης, περὶ τοῦ μὴ ἐπὶ χρήμασι γίνεσθαι τὰς χειροτονίας. Περὶ τοῦ μὴ ἐπὶ χρήμασι γίνεσθαι τὰς χειροτονίας.
Τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ κυρίῳ Ἀδριανῷ, πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης, Ταράσιος ἐλέῳ Θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, ἐν Κυρίῳ χαίρειν. Πολυμερῶς καὶ πολυτρόπως, εὐαγγελικῶς, ἀποστολικῶς τε καὶ πατρικῶς διδασκόμεθα, ἀφιλάργυρον τὸν τρόπον ἔχειν ἐν τῇ τῆς ἱερωσύνης ἁγιστείᾳ καὶ μὴ χρυσίζεσθαι ἢ ἀργυρίζεσθαι ἤ τι σφετερίζεσθαι ἐπὶ χειροτονίᾳ παντὸς ἱερατικοῦ ἀνδρός, ὡς ὑποδείξομεν ἐν ταῖς καθυποτεταγμέναις χρήσεσιν ἀπό τε γραφικῶν θεηγοριῶν καὶ πατρικῶν διδασκαλιῶν. Οἱ γὰρ ἐπιτιθέντες χεῖρας ὑπηρέται τοῦ Πνεύματος εἰσιν, οὐχὶ πρᾶται τοῦ Πνεύματος, δωρεὰν γὰρ λαμβάνοντες τὴν χάριν τοῦ Πνεύματος, δωρεὰν δίδοσθαι τοῖς παρ᾿ αὐτῶν μεταλαμβάνουσιν ἀπεφήναντο, ἐκ τῆς Κυριακῆς φωνῆς ταύτην τὴν ἐλευθεριότητα εἰληφότες. Εἰ δέ τις ἐλεγχθείη χρυσίῳ ταύτην ὠνησάμενος, ἀποκήρυκτον διαγορεύουσι τὸν τοιοῦτον τῆς ἱερατικῆς τάξεως. Εἰ γὰρ καὶ ὀνόματι τὴν ἱερωσύνην κεκλήρωται, ἀλλ᾿ οὖν διαψεύδεται ὁ λόγος ἐπὶ τῷ πράγματι· Οὐδεὶς γὰρ Θεῷ δουλεύειν δύναται καὶ μαμωνᾷ, ὡς εὐαγγελικῶς ἐμάθομεν. Καὶ ἐπειδὴ ἠκούσαμεν προφητικῶς τοῦ Θεοῦ βοῶντος· Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, αὖθίς τε ἐπαπειλοῦντος καὶ λέγοντος· Ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ρομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, τὸ αἷμα ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω, φόβῳ τοῦ τῆς σιωπῆς παραγγέλματος ἤ κατακρίματος, ἀναγγέλλομεν τοῖς προέδροις πᾶσι τῶν καθ᾿ ἡμᾶς ἐκκλησιῶν, ἵνα μετὰ παρρησίας κατὰ τὸν θεῖον ἀπόστολον εἴπωμεν· Καθαροί ἐσμεν ἀπὸ τοῦ αἵματος τῶν παραβαινόντων τὰς κανονικὰς διατάξεις, καὶ πάνυ γε μᾶλλον τῶν ἐπὶ χρήμασι χειροτονησάντων ἢ χειροτονοηθέντων, Πέτρου τοῦ θείου ἀποστόλου, οὗ καὶ τὴν καθέδραν ἐκληρώσατο ἡ ἀδελφικὴ ὑμῶν ἁγιότης, ὡς Σίμωνα τὸν μάγον, τούτους καθελόντος. Τούτου ἕνεκεν οὐχ ὑποστελλόμεθα τοῦ ἀναγγέλλειν τὴν ἀλήθειαν, φυλάττοντες καὶ κρατοῦντες τὰ παρὰ τῶν ἁγίων Ἀποστόλων καὶ τῶν ἀοιδίμων Πατέρων ἡμῶν κανονικῶς ἐκδοθέντα καί, εἴ τι τούτων παρεβάθη ὑπό τινων, βδελυττόμεθα. Ἡ γοῦν ἀδελφικὴ ἡμῶς ἱεροπρεπὴς ἀρχιερωσύνη, ἡ ἐνθέσμως καὶ κατὰ Θεοῦ βούλησιν πρυτανεύουσα τὴν ἱεραρχικὴν ἀγιστείαν, διαβόητος ἔχει την δόξαν. Εἴρηκε γὰρ διὰ τοῦ Προφήτου ὁ μέγας καὶ πρῶτος ἀρχιερεὺς Χριστὸς ὁ Θεὸς ἡμῶν· Ζῶ ἐγώ, ἀλλ᾿ ἢ τοὺς δοξάζοντάς με δοξάδω. Οἶδας γάρ, ἄνευ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, ὅτι φορητοτέρα μᾶλλόν ἐστι Μακεδονίου καὶ τῶν ἀμφ᾿ αὐτὸν Πνευματομάχων ἡ δυσσεβὴς αἵρεσις. Ἐκείνων γάρ κτίσμα καὶ δοῦλον τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἅγιον Πνεῦμα ληρῳδούντων, οὗτοι ἑαυτῶν, ὡς δοκοῦσι, δοῦλον αὐτὸ ποιοῦσι. Πᾶς γὰρ δεσπότης, ὅτι ἂν ἔχοι, εἰ βούλοιτο, πιπράσκει, εἴτε οἰκέτην, εἴτε ἕτερον, ὃ κέκτηται. Ὡσαύτως καὶ ὁ ἀγοράζων, δεσπότης βουλόμενος εἶναι τοῦ ἠγορασμένου, διὰ τιμῆς ἀργυρίου τοῦτο κτᾶται. Οὕτως, οἱ ταύτην τὴν ἄθεσμον πρᾶξιν ἐργαζόμενοι, καταβιβάζουσι τὸ Πνεῦμα τὸ ἅγιον, ἴσα ἁμαρτάνοντες τοῖς βλασφημοῦσιν ἐν Βεελζεβοὺλ ἐκβάλλειν τὰ δαιμόνια τὸν Χριστὸ
ν ἤ, τό γε ἀληθέστερον εἰπεῖν, παρεοίκασιν Ἰούδᾳ τῷ προδότῃ, ὃς τοῖς θεοκτόνοις Ἰουδαίοις τιμῆς ἀργυρίου τὸν Χριστὸν ἀπεμπολήσατο. Ὡς οὖν τὸ ἅγιον Πνεῦμα ὁμοούσιόν ἐστι Χριστῷ τῷ Θεῷ ἡμῶν, τῆς αὐτῆς, παντί που δῆλον, ἔσονται μερίδος, ὡς ἀποδέδεικται. Εἰ δὲ οὐ πιπράσκεται, πρόδηλον γὰρ ὅτι οὐδαμῶς, ἀναμφιλέκτως οὐκ ἔστιν ἐν αὐτοῖς ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἤτοι ἡ τῆς ἱερωσύνης ἁγιστεία· καὶ εἰ οὐκ ἔλαβον, οὐδὲ ἔχουσι. Μνησθήτωσαν γὰρ τοῦ ἁγίου Πέτρου πρὸς τὸν τοῦτο ἐπιτηδεύσαντα, οὕτω λέγοντος· Οὐκ ἔστι σοι μερίς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Εἰ γὰρ ἀπεμπολεῖται ἡ τῆς ἱερωσύνης ἀξία, ἄρα περιττὴ αὐτοῖς ἡ κατὰ τὸν βίον σεμνὴ πολιτεία καὶ ἡ ἐν ἁγνείᾳ καὶ ἀρετῇ ἀναστροφή. Περιττὸς κατ᾿ αὐτοὺς καὶ Παῦλος ὁ θεῖος ἀπόστολος διδάσκων, δεῖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, σώφρονα, κόσμιον, διδακτικόν, ἐγκρατῆ, νηφάλιον, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Οἴχεται τοίνυν ταῦτα πάντα ἐκ τοῦ πράτου καὶ ἀγοραστοῦ τῆς ἱερωσύνης. Αἱ οὖν ὑποκείμεναι ἁγιόλεκτοι χρήσεις, ἀλλότριον πάντῃ τῆς ἱερωσύνης ἀποφαίνονται τὸν ποτὲ διδόντα ἢ λαμβάνοντα, ἐν οἱῳδήποτε χρόνῳ, εἴτε καὶ πρὸ τῆς χειροτονίας, εἴτε καὶ μετὰ τὴν χειροτονίαν, λαβεῖν γὰρ ἐστι, τὸ λαβεῖν ὁτεδήποτε. Ἀλλὰ καὶ πάσας τὰς προβολὰς τὰς ἐκκλησιαστικὰς ἀφαιροῦσιν ἐπὶ τῇ τῶν χρημάτων δόσει. Κανὼν κθ´ τῶν ἁγίων Ἀποστόλων. Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης ἐγκρατὴς γένηται, ἢ πρεσβύτερος ἢ διάκονος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω παντάπασι καὶ τῆς κοινωνίας, ὡς Σίμων ὁ μάγος ὑπ᾿ ἐμοῦ Πέτρου. Ἐκ τῶν Πράξεων τῶν Ἀποστόλων. Ἰδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα, ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον. Πέτρος δὲ εἶπε πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστι σοι μερίς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου, εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. Ἐκ τῆς τρίτης τῶν Βασιλειῶν. Καὶ οὐκ ἐπέστρεψεν Ἱεροβοὰμ ἀπὸ τῆς κακίας αυτοῦ, καὶ ἐπέστρεψε καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ καὶ ἐγένετο ἱερεὺς εἰς τὰ ὑψηλά. Καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ἱεροβοάμ καὶ ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς. Ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν. Καὶ ἐπέστρεψε Νεεμὰν πρὸς Ἐλισσαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ, καὶ εἶπεν· Ἰδοὺ δὴ ἔγνωκα, ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ἀλλ᾿ ἢ ἐν τῷ Ἰσραήλ· καὶ νῦν λάβε τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψωμαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν καὶ ἠπείθησε. Καὶ μετ᾿ ὀλίγα· Καὶ εἶπε Γιεζῆ τὸ παιδάριον Ἐλισσαιέ· Ἰδοὺ ἐφείσατο ὁ Κύριός μου Νεεμὰν τοῦ Σύρου τοῦ λαβεῖν ἐκ χειρὸς αὐτοῦ, ἃ ἐνήνοχε· ζῇ Κύριος, εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήψομαι παρ᾿ αὐτοῦ τι, Καὶ ἐδίωξε Γιεζῆ ὀπίσω Νεεμάν. Καὶ μετὰ βραχέα. Καὶ εἶπε Νεεμάν· Λάβε διτάλαντον ἀργυρίου· καὶ ἔλαβεν δύο τάλαντα ἀργυρίου ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολάς. Καὶ μεθ᾿ ἕτερα· Καὶ εἶπε πρὸς αὐτὸν Ἐλισσαιέ· Πόθεν Γιεζῆ; Καὶ εἶπε Γιεζῆ· Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα. Καὶ εἶπε πρὸς αὐτὸν Ἐλισσαιέ· Οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ; Καὶ οἶδα ὅτι ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συνάντησίν σου· καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἰμάτια, καὶ λήψῃ ἐν αὐτῷ κήπους καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας, καὶ ἡ λέπρα Νεεμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰ τὸν αἰῶνα. Καὶ ἐξῆλθεν ἐκ τοῦ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών. Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς εἰς τὸν Ἡσαΐαν ἑρμηνείας. Νόμον ἔδωκεν εἰς βοήθειαν, ἵνα εἴπωσιν, οὐχ ὡς τὸ ρῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ· οὗτος δὲ ὁ νόμος οὐκ ἔστιν ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἐγγαστριμύθου, οὐ γὰρ πρὸς ἀπάτην ἐπινενόηται, ὥσπερ ἐκεῖνα, ἀλλ᾿ ἀληθείας ἐστὶ διδάσκαλος. Κἀκεῖνοι μὲν ἐπ᾽ ἀργυρίῳ μαντεύονται. Τοῦτο γάρ ἐστι τὸ καταγέλαστον, ὅτι καὶ ἀργύριον αὐτοῖς τελοῦσι μισθὸν τοῦ κέρδους οἱ ἀπατώμενοι. Τὸ δὲ ῥῆμα τοῦ νόμου οὐκ ἔστι τοιοῦτον, ὥστε δῶρα δοῦναι περὶ αὐτοῦ· δωρεὰν δότε. Ὁρᾷς πῶς ἠγανάκτησε Πέτρος ἐπὶ Σίμωνι, ἀργύριον ἐπὶ τῆς τοῦ Πνεύματος χάριτος προσκομίσαντι· Τὸ ἀργύριόν σου σὺν σοί, φησίν, εἰς ἀπώλειαν, ὅτι ἐνόμισας τὴν δωρεὰν τοῦ Θεοῦ διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστιν οὖν ὁ τοῦ Εὐαγγελίου λόγος, ὡς τὰ πωλούμενα ρήματα τῶν ἐγγαστριμύθων. Τί γὰρ ἄν τις δῴη ἄξιον αὐτοῦ ἀντάλλαγμα; Ἄκουε τοῦ Δαυῒδ διαποροῦντος καὶ λέγοντος· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Οὐκ ἔστιν οὖν δῶρα δοῦναι περὶ τούτου ἀντάξια τῆς ἀπ᾿ αὐτοῦ χάριτος· ἓν δῶρον ἄξιον, ἡ φυλακὴ τοῦ δωρηθέντος. Ὁ δούς σοι τὸν θησαυρόν, οὐχὶ τιμὴν ἀπαιτεῖ τοῦ δοθέντος, ἀλλὰ φυλακὴν ἀξίαν τοῦ δεδομένου. Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς τοὺς ὑφ᾿ ἑαυτὸν ἐπισκόπους, ὥστε μὴ χειροτονεῖν ἐπὶ χρήμασι. Νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ ἅμα λαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν. Λαβεῖν δέ ἐστιν ὁτεδήποτε τὸ λαβεῖν. Παρακαλῶ οὖν ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν ἀπόθεσθε, καὶ μὴ τὰς χεῖρας μολύναντες τοῖς τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν τὰ ἅγια μυστήρια. Ἐκ τοῦ βίου τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Προσῆλθεν ὁ τῆς μακρυγορίας ἡμῖν αἴτιος τοῖς ἐπισκόποις πᾶσιν Εὐσέβιος, ὁ κατήγορος τῶν ἓξ λοιπῶν ἐπισκόπων, ἀξιῶν δεχθῆναι εἰς κοινωνίαν. Προσαντιλέγουσί τινες τῶν ἐπισκόπων, μὴ δεῖν αὐτὸν δεχθῆναι ὡς συκοφάντην. Ἐπὶ τούτοις ἱκέτευε, λέγων· Ἐπειδὴ ἡ δίκη τὸ πλεῖστον μέρος ἐπὶ ἔτη δύο ἐβασανίσθη, εἰς μάρτυρας δὲ γεγένηται ἡ ὑπέρθεσις, δέομαι τῆς ὑμετέρας θεοφιλίας, σήμερον παρ᾿ αὐτὰ δοῦναί με τοὺς μάρτυρας. Εἰ γὰρ καὶ Ἀντωνῖνος τετελεύτηκεν ὁ ἐπίσκοπος, ὁ λαβὼν τὸ χρυσίον καὶ χειροτονήσας, ἀλλ᾿ οὖν γε μένουσιν οἱ δεδωκότες καὶ χειροτονηθέντες. Ἐδικαίωσεν ἡ παροῦσα σύνοδος ζητηθῆναι τὸ πρᾶγμα καὶ ἄρχεται ἡ ὑπόθεσις ἐξ ἀναγνώσματος τῶν πρῴην πραχθέντων ὑπομνημάτων. Εἰσῆλθον οἱ μάρτυρες, εἰσῆλθον καὶ οἱ ἓξ τῶν δεδωκότων καὶ χειροτονηθέντων. Ἐν ἀρχῇ ἠρνοῦντο, ἐπιμενόντων δὲ τῶν μαρτύρων, τῶν μὲν λαϊκῶν, τῶν δὲ πρεσβυτέρων, οἷς ἔδοξαν τεθαρρηκέναι, πρῶτον μὲν ἠρνοῦντο, ὡς δὲ οἱ μάρτυρες ἤλεγχον, τόπον αὐτοὺς ὑπομιμνήσκοντες καὶ καιρῶν καὶ τὰ εἴδη τῶν ἐνεχύρων λέγοντες καὶ τὴν ποσότητα, οὐ πάνυ καλῶς αὐτῶν διακειμένης τῆς συνειδήσεως, αὐθαίρετοι ὁμολογοῦσι, δίχα πολλῆς ἀνάγκης, ὅτι δεδώκαμεν καὶ γεγόναμεν, τοιαύτην νομίσαντες ἀκολουθίαν εἶναι καὶ ἵνα τῆς λειτουργίας τῆς δημοσίας ἐλευθερωθῶμεν. Καὶ νῦν δεόμεθα, εἰμή ἐστιν ὅσιον ἡμᾶς εἶναι ἐν τῇ λειτουργίᾳ τῆς Ἐκκλησίας, ἐπεὶ κἄν τὸ χρυσίον, ὃ δεδώκαμεν, ἵνα λάβωμεν, τῶν γὰρ γυναικῶν ἡμῶν δεδώκαμέν τινα σκεύη. Ὁ Ἰωάννης πρὸς ταῦτα ὑπέσχετο τῇ συνόδῳ, ὅτι τοῦ μὲν βουλευτηρίου ἐγὼ αὐτοὺς ἀπαλλάξω, ἀξιώσας τὸν βασιλέα, ὑμεῖς δὲ προστάξατε λαβεῖν αὐτούς, ὅ δεδώκασι, παρὰ τῶν Ἀντωνίνου κληρονόμων. Προσέταξεν ἡ σύνοδος τὸ μὲν χρυσίον αὐτοὺς λαβεῖν παρὰ τῶν κληρονόμων τοῦ Ἀντωνίνου, κοινωνεῖν δὲ ἔνδον τοῦ θυσιαστηρίου, εἶναι δὲ ἀπὸ ἱερέων, ἵνα μὴ τούτων συγχωρηθέντων ἔθος γένηται ἰουδαϊκὸν ἢ αἰγυπτιον, τοῦ πωλεῖν καὶ ἀγοράζειν τὴν ἱερωσύνην. Φασὶ γὰρ τὸν λυμεῶνα καὶ ψευδώνυμον πατριάρχην τῶν Ἰουδαίων κατ᾿ ἔτος ἀμείβειν ἤ παρ᾿ ἔτος τοὺς ἀρχισυναγώγους ἐπὶ συλλογῇ τοῦ ἀργυρίου, ὁμοίως καὶ τὸν ζηλωτὴν τούτου, τὸν Αἰγυπτίων Πατριάρχην, ἵνα πληρωθῇ τὸ προφητικόν· Οἱ ἱερεῖς αὐτῆς μετὰ δώρων ἀπεκρίνοντο καὶ οἱ Προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. Ἐκ τῶν κανόνων τῶν χλ´ ἁγίων Πατέρων τῶν ἐν Χαλκηδόνι συνελθόντων. Εἴ τις ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιήσαιτο καὶ εἰς πράσιν καταγάγοι τὴν ἄπρατον χάριν καὶ χειροτονήσοι ἐπὶ χρήμασιν οἰκονόμον ἢ ἔκδιδον ἢ παραμονάριον ἢ ὅλως τινά τοῦ κανόνος, δι᾿ αἰσχροκέρδειαν οἰκείαν ὁ τοῦτο ἐπιχειρήσας ἐλεγχθείς, κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν, καὶ ὁ χειροτονούμενος μηδὲν ἐκ τῆς κατ᾿ ἐμπορίαν ὠφελείσθω χειροτονίας ἢ προβολῆς, ἀλλ᾿ ἔστω ἀλλότριος τῆς ἀξίας ἤ τοῦ φροντίσματος, οὗπερ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις μεσιτεύων φανῇ τοῖς οὕτως αἰσχροῖς καὶ ἀθεμίτοις λήμμασι, καὶ οὗτος, εἰ μὲν κληρικός, τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ, εἰ δὲ λαϊκὸς ἢ μονάζων, ἀναθεματιζέσθω. Ἐκ τῆς Ἐγκυκλίου ἐπιστολῆς Γενναδίου τοῦ ἁγιωτάτου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ τῆς σὺν αὐτῷ συνόδου. Ἔστω τοίνυν καὶ ἔστιν ἀποκήρυκτος καὶ πάσης ἱερατικῆς ἀξίας καὶ λειτουργίας ἀλλότριος καὶ τῇ κατάρᾳ τοῦ ἀναθέματος ὑποκείμενος ὅ τε κτᾶσθαι ταύτην τὴν ἱερωσύνην διὰ χρημάτων οἰόμενος καὶ ὁ ταύτην παρέχειν ἐπὶ χρήμασιν ὑπισχνούμενος, εἴτε κληρικὸς εἴτε λαϊκὸς εἴη, κἂν ἐλέγχοιτο, κἂν μὴ ἐλέγχοιτο τοῦτο ποιεῖν. Οὐ γὰρ οἷόν τε συμβιβασθῆναί ποτε τὰ ἀσύμβατα, οὐδὲ Θεῷ συμφωνῆσαι τὸν μαμωνᾶν ἤ τοὺς τούτῳ δουλεύοντας δουλεῦσαι Θεῷ. Δεσποτικὴ καὶ αὕτη ἐστὶν ἀπόφασις ἀναμφίλεκτος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐκ τῶν κανόνων τῆς ΣΤ´ συνόδου. Τοὺς ἐπὶ χρήμασι χειροτονουμένους, εἴτε ἐπισκόπους ἢ οἱουσδήποτε κληρικούς, καὶ οὐ κατὰ δοκιμασίαν καὶ τοῦ βίου αἵρεσιν, καθαιρεῖσθαι προστάσσομεν, ἀλλὰ καὶ τοὺς χειροτονήσαντας. Ἀκούσωμεν ταῦτα πάντες καὶ ἐνωτισώμεθα οὐ μόνον ἀρχιερεῖς, ἀλλὰ καὶ οἱ ἐν τῷ κλήρῳ καταριθμούμενοι καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Δεῖ γὰρ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε παραρρυῶμεν, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἠγοράσθημεν ἐκ τῆς ματαίας πατροπαραδότου ἀναστροφῆς, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ. Οὕτω καὶ ἡμᾶς δίδαξον, ἄνερ ἱερώτατε, ἔπεσθαι τοῖς γραφικοῖς καὶ εὐαγγελικοῖς καὶ ἀποστολικοῖς, κανονικοῖς τε καὶ πατρικοῖς, παραγγέλμασι, πειθόμεθα γὰρ τοῖς ρήμασι τοῦ στόματος ὑμῶν. Ἐπὶ τῶν ὑψηλῶν ἀνάβηθι, ὕψωσον ἐν ἰσχύι τὴν φωνήν σου, πορεύθητι ἐνπλατυσμῷ, κήρυξον μετὰ παρρησίας, ὅπως ἐξαρθῇ καὶ εἰς ἀφανισμὸν οἰχήσεται ἡ διὰ χρημάτων χειροθεσία· καὶ πᾶν εἴ τι διὰ φιλαργυρίαν ταύτῃ ἀδικίαν τε καὶ ἐμπορίαν αἰσχροκερδῶς παρέπεται. Ταύτης γὰρ μετὰ τῶν συστοιχούντων αὐτῇ ἐξαιρουμένης ἐκ τοῦ περιουσίου λαοῦ, τοῦ τῷ ὀνόματι τοῦ Χριστοῦ κεκλημένου καὶ δωρεὰν τυχόντος τῆς ἀπολυτρώσεως, πάντα τὰ τῇ κακίᾳ συναπτόμενα μιάσματα πρόρριζα συνεκτμηθήσονται καὶ οἱ ἱερεῖς ὡς φοῖνιξ ἀνθήσουσι, Χριστοῦ εὐωδίαν τοῖς σῳζομένοις ἐμπνέοντες καὶ τῇ ἐκκλησίᾳ ἐπινικίως προσᾴδοντες· Περιεῖλε Κύριος ἐκ σοῦ τὰ ἀδικήματά σου, ἔτι δὲ καὶ τοὺς δρεπομένους καρποὺς γλυκάζοντες, πληθύνοντές τε αὐτοὺς ἐν γήρει πίονι, τῆς μακαρίας ἐκείνης, λέγω, καὶ ἀκηράτου ζωῆς κληρονόμους ἀναδεικνύοντες.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου