Δευτέρα, 10 Ιουλίου 2017

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΠΕΤΡΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ


Κανὼν α´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν μετὰ πολλὰς βασάνους ἐξομοσάντων.
Ἐπεὶ τέταρτον ἤδη Πάσχα ἐπικατείληφε τὸν διωγμόν, αὐτάρκως ἔχει τοῖς μὲν προσενεχθεῖσι καὶ φυλακισθεῖσι, βασάνους τε ανηκέστους ὑπομεμενηκόσι καὶ ἀφορήτους μάστιγας καὶ πολλὰς ἑτέρας δεινὰς ἀνάγκας, ὕστέρον δὲ προδεδομένοις ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, εἰ καὶ μὴ ἐξ ἀρχῆς παρεδέχθησαν διὰ τὴν παρακολουθήσασαν μεγίστην πτῶσιν, ὅμως διὰ τὸ πολλὰ αὐτοὺς ἠθληκέναι καὶ ἐπὶ πολὺ ἀντιμαχέσασθαι, οὐ γὰρ κατὰ προαίρεσιν εἰς τοῦτο ἐληλύθασιν, ἀλλὰ καταπροδοθέντες ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἐπειδὴ καὶ στίγματα τοῦ Ἰησοῦ ἐνδείκνυται ἐν τοῖς σώμασιν αὐτῶν καὶ ἤδη τρίτον τινὲς ἔτος ἔχουσι καταπενθοῦντες, προσεπιτιμηθῆναι αὐτοῖς ἀπὸ τῆς προσελεύσεως καθ᾿ ὑπόμνησιν ἄλλας τεσσαράκοντα ἡμέρας, ἃς καί περ νηστεύσας ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βαπτισθῆναι, ἐπειράσθη ὑπὸ τοῦ διαβόλου. Εἰς ἃς καὶ αὐτοὶ κατὰ περισσὸν διαγυμνασθέντες, εὐτονώτερόν τε νήψαντες, γρηγορήσουσιν εἰς προσευχὰς τοῦ λοιποῦ, καταμελετῶντες τὸ λελεγμένον ὑπὸ τοῦ Κυρίου πρὸς τὸν πειράζοντα αὐτόν, ἵνα προσκυνήσῃ αὐτῷ· Ὕπαγε ὀπίσω μου Σατανᾶ, γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
Κανὼν β´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν μετὰ εἱρκτὴν μόνην.
Τοῖς δὲ μετὰ τὸ φυλακισθῆναι μόνον καὶ ὑπομεμενηκέναι τὰς εν τῷ δεσμωτηρίῳ, ὡς ἂν ἐν πολιορκίᾳ, θλίψεις τε καὶ δυσωδίας, ὕστερον δὲ χωρὶς πολέμου βασάνων γενομένοις αἰχμαλώτοις, κατὰ πολλὴν πτωχείαν δυνάμεως καὶ κατά τινα τυφλότητα τεθραυσμένοις, ἐπαρκέσει ἐνιαυτὸς πρὸς τῷ ἐτέρῳ χρόνῳ. Ἐπεὶ ὅλως καὶ αὐτοὶ ἐπιδεδώκασιν ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ θλιβῆναι, εἰ καὶ ἀπήλαυσαν ἐν τῷ δεσμωτηρίῳ τῆς παρὰ τῶν ἀδελφῶν πολλῆς αναπαύσεως, ἅπερ πολλαπλασίονα ἀποδώσουσι, ποθοῦντες λυτρωθῆναι ἀπὸ τῆς πικροτάτης αἰχμαλωσίας τοῦ διαβόλου, μεμνημένοι μάλιστα τοῦ λέγοντος· Πνεῦμα Κυρίου ἐπ᾿ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως.
Κανὼν γ´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν διὰ δειλίαν μόνην.
Τοῖς δὲ μηδ᾿ ὅλως μηδέν τι τοιοῦτον πεπονθόσι, μηδὲ ἐνδειξαμένοις καρπὸν πίστεως, ἀλλ᾿ αὐτομολήσασι πρὸς τὴν κακίαν, προδεδομένοις ὑπὸ δειλίας καὶ φόβου, νῦν δὲ εἰς μετάνοιαν ἐρχομένοις, ἀναγκαῖόν ἐστι καὶ ἁρμόζον, τὴν τῆς ἀκάρπου συκῆς παραβολὴν παραθέσθαι, ὡς ὁ Κύριος λέγει· Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ καὶ ἦλθε καρπὸν ζητῶν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδού, τρία ἔτη ἀφ᾿ οὖ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτήν, καὶ βάλω κοπρία· κἂν μὲν ποιήσῃ καρπόν, εἰ δὲ μή γε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν. Ἣν πρὸ ὀφθαλμῶν λαβόντες, ἐνδειξάμενοί τε καρπὸν ἄξιον τῆς μετανοίας ἐν τῷ διαστήματι τοῦ τοσούτου χρόνου, μᾶλλον ὠφεληθήσονται.

Κανὼν δ´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν ἐξομοσάντων καὶ μὴ μετανοούντων.
Τοῖς γὰρ παντάπασιν ἀπεγνωσμένοις καὶ ἀμετανοήτοις, δέρμα τε Αἰθίοπος ἀμετάβλητον κεκτημένοις καὶ ποικίλματα παρδάλεως, λεχθήσεται τὸ τῆς ἑτέρας συκῆς· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται είς τὸν αἰῶνα, διὸ καὶ παραχρῆμα ξηραίνεται. Ἀποπληροῦται γοῦν ἐπ᾿ αὐτοῖς καὶ τὸ ὑπὸ τοῦ Ἐκκλησιαστοῦ εἰρημένον· Διεστραμμένον οὐ δυνήσεται ἐπικοσμηθῆναι καὶ ὑστέρημα οὐ δυνήσεται ἀριθμηθῆναι, εἰ μὴ γὰρ πρότερον τὸ διεστραμμένον διορθωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἐπικοσμηθῆναι, καὶ εἰ μὴ πρότερον τὸ ὑστέρημα ἀναπληρωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἀριθμηθῆναι. Ὅθεν καὶ ἐπὶ τέλους συμβήσεται αὐτοῖς τὸ λελεγμένον ὑπὸ τοῦ προφήτου Ἡσαΐου· Καὶ ὄψονται γάρ, φησί, τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί, ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αυτῶν οὐ σβεσθήσεται καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Ἐπεὶ καί, ὡς προλέλεκται ὑπ᾿ αὐτοῦ, οἱ δὲ ἄδικοι ὡς θάλασσα ἀναβεβρασμένη, οὕτω κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ μὴ δυνήσονται, καὶ οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ Θεός.
Κανὼν ε´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν ὑποκριναμένων τὰ πρὸς ἄρνησιν.
Τοῖς δὲ καθυποκριναμένοις, κατὰ τὸν ἐπιληπτευσάμενον Δαβίδ, ἵνα μὴ ἀποθάνῃ οὐκ ὄντα ἐπίληπτον, καὶ μὴ γυμνῶς ἀπογραψαμένοις τὰ πρὸς ἄρνησιν, ἀλλὰ διαπαίξασι κατὰ πολλὴν στενοχωρίαν, ὡς ἂν παιδία βουλευτικὰ ἔμφρονα ἐν παιδίοις ἄφροσι, τὰ τῶς ἐχθρῶν ἐπιβουλάς, ἤτοι ὡς διελθόντες βωμούς, ἤτοι ὡς χειρογραφήσαντες, ἤτοι ὡς ἀνθ᾿ ἑαυτῶν βαλόντες ἐθνικούς, εἰ καί τισιν αὐτῶν συνεχώρησάν τινες τῶν ὁμολογησάντων, ὡς ἤκουσα, ἐπεὶ μάλιστα κατὰ πολλὴν εὐλάβειαν ἐξέφυγον αὐτόχειρες γενέσθαι τοῦ πυρὸς καὶ τῆς ἀναθυμιάσεως τῶν ἀκαθάρτων δαιμόνων, ἐπεὶ τοίνυν ἔλαθεν αὐτοὺς ἀνοίᾳ, τοῦτο πράξαντας ὅμως, ἑξάμηνος αὐτοῖς ἐπιτεθήσεται τῆς ἐν μετανοίᾳ ἐπιστροφῆς. Οὕτω γὰρ μᾶλλον καὶ αὐτοὶ ὠφεληθήσονται, καταμελετῶντες τὸ προφητικὸν ῥητὸν καὶ λέγοντες· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, ὅσπερ, ὡς ἴστε, ἐν τῷ ἕκτῳ μηνὶ τῆς συλλήψεως τοῦ ἑτέρου παιδίου, τοῦ προκηρύξαντος πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ μετάνοιαν είς ἄφεσιν ἁμαρτιῶν, συνελήφθη καὶ αὐτὸς κηρύξαι μετάνοιαν. Καὶ γὰρ καὶ τῶν ἁμφοτέρων ἀκούομεν ἐν πρώτοις κηρυσσόντων οὐ μόνον περὶ μετανοίας, ἀλλὰ καὶ περὶ βασιλείας οὐρανῶν, ἥτις καθὼς μεμαθήκαμεν, ἐντὸς ἡμῶν ἐστι, τῷ ἐγγὺς ἡμῶν εἶναι τὸ ῥῆμα, ὃ πιστεύομεν ἐν τῷ στόματι ἑαυτῶν καὶ ἐν τῇ καρδίᾳ ἑαυτῶν. Περὶ ἧς καὶ αὐτοὶ ὑπομνησθέντες, μαθήσονται ὁμολογεῖν ἐν τῷ στόματι ἑαυτῶν, ὅτι Κύριος Ἰησοῦς Χριστός, πιστεύοντες ἐν τῇ καρδίᾳ ἑαυτῶν, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ἅτε δὴ ἀκούοντες, ὅτι καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Κανὼν ς´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν ὑποβεβλημένων εἰς τοῦτο δούλων ἀναγκαστικῶς παρὰ τῶν οἰκείων δεσποτῶν.
Τοῖς δὲ δούλους χριστιανοὺς ἀνθ᾿ ἑαυτῶν ὑποβεβληκόσιν, οἱ μὲν δοῦλοι, ὡς ἂν ὑποχείριοι ὄντες, καὶ τρόπον τινὰ καὶ αὐτοὶ φυλακισθέντες ὑπὸ τῶν δεσποτῶν, καταπειληθέντες τε ὑπ᾽ αυτῶν καὶ διὰ τὸν φόβον αὐτῶν εἰς τοῦτο ἐλελυθότες καὶ κατολισθίσαντες, ἐν ἐνιαυτῷ τὰ τῆς μετανοίας ἔργα δείξουσι, μανθάνοντες τοῦ λοιποῦ, ὡς δοῦλοι Χριστοῦ, ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ καὶ φοβεῖσθαι αὐτόν, ἀκούοντες μάλιστα ὅτι ἕκαστος, ἐάν τι ποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖται παρὰ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.
Κανὼν ζ´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν ὑποβαλόντων αὐτοὺς δεσποτῶν.
Οἱ δὲ ελεύθεροι, ἐν τρισὶν ἔτεσιν ἐξετασθήσονται ἐν μετανοίᾳ, καὶ ὡς ὑποκρινάμενοι καὶ ὡς καταναγκάσαντες τοὺς ὁμοδούλους θῦσαι, ἅτε δὴ παρακούσαντες, τοῦ ἀποστόλου, τὰ αὐτὰ θέλοντος ποιεῖν τοὺς δεσπότας τοῖς δούλοις, ἀνιέντας τὴν ἀπειλήν, εἰδότας, φησίν, ὅτι καὶ ἡμῶν καὶ αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς καὶ προσωποληψία παρ᾿ αὐτῷ οὐκ ἔστιν. Εἰ δέ ἕνα Κύριον ἔχομεν πάντες ἀπροσωπόληπτον, ἐπεὶ καὶ πάντα καὶ ἐν πᾶσιν ἐστιν ὁ Χριστός, ἔν τε βαρβάροις καὶ Σκύθαις, δούλοις καὶ ἐλευθέροις, σκοπεῖν ὀφείλουσιν ὃ κατειργάσαντο, θελήσαντες τὴν ψυχὴν ἑαυτῶν σῶσαι, τοὺς δὲ συνδούλους ἑαυτῶν ἑλκύσαντες ἐπὶ είδωλολατρίαν, δυναμένους καὶ αὐτοὺς ἐκφυγεῖν, εἰ τὸ δίκαιον καὶ τὴν ἰσότητα ἦσαν αὐτοῖς παρασχόντες, ὡς πάλιν ὁ ἀπόστολος λέγει.
Κανὼν η´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν παραδεδομένων, καὶ ἐκπεπτωκότων, εἶτα ἀναπαλαισάντων.
Τοῖς δὲ παραδεδομένοις καὶ ἐκπεπτωκόσι, τοῖς τε αὐτοῖς προσεληλυθόσιν εἰς τὸν ἀγῶνα καὶ ὁμολογοῦσιν εἶναι χριστιανοῖς, εμβεβλημένοις τε ἐν τῇ φυλακῇ μετὰ βασάνων, εὔλογόν ἐστιν ἐν ἀγαλλιάσει καρδίας συνεπισχύειν καὶ κοινωνεῖν ἐν πᾶσιν, ἔν τε ταῖς προσευχαῖς καὶ τῇ μεταλήψει τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ καὶ τῇ παρακλήσει τοῦ λόγου, ἵνα εὐτονώτερον ἀγωνισάμενοι καταξιωθῶσι καὶ αὐτοὶ τοῦ βραβείου τῆς ἄνω κλήσεως. Καὶ γὰρ ἑπτάκις, φησί, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται· ὅπερ, εἰ καὶ πάντες οἱ ἐκπεπτωκότες πεποιήκασι, τελειοτάτην καὶ ὁλοκάρδιον μετάνοιαν ἐνεδείξαντο.
Κανὼν θ´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν εἰς τὸν ἀγῶνα τοῦ μαρτυρίου ὠδίνοντα παραπηδώντων.
Καὶ τοῖς δὲ ὡς ἂν ἐξ ὕπνου ἑαυτοὺς παραπηδῶσιν εἰς τὸν ἀγῶνα, ὠδίνοντα καὶ μέλλοντα ἑλκύσαι, ἑαυτοῖς δὲ πειρασμὸν ἐπισπασαμένοις θαλαττομαχίας καὶ πολλῆς κυματώσεως, μᾶλλον δὲ καὶ τοῖς ἀδελφοῖς προσεκκαίουσιν ἄνθρακας ἁμαρτωλῶν, καὶ αὐτοῖς κοινωνητέον, ἅτε δὴ ἐν ὀνόματι Χριστοῦ παρερχομένοις εἰς τοῦτο· εἰ καὶ μὴ προσέχουσιν αὐτοῦ τοῖς λόγοις, διδάσκοντος προσεύχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν, καὶ πάλιν ἐν εὐχῇ λέγειν τῷ Πατρί· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ἴσως δὲ καὶ ἀγνοοῦσι τὰς πολλάκις γινομένας ἀναχωρήσεις τοῦ οἰκείου δεσπότου καὶ διδασκάλου ἡμῶν ἀπὸ τῶν θελόντων ἐπιβουλεύειν καὶ ὅτι ἔσθ᾿ ὅτε, οὐδὲ παρρησίᾳ περιεπάτει δι᾽ αὐτούς, καὶ ὅτι καὶ ὅτε ὁ καιρὸς τοῦ πάθους αυτοῦ προσήγγισεν οὐχ ἑαυτὸν παρέδωκεν, ἀλλ᾿ ἐδέξατο, ἕως ἦλθον ἐπ᾿ αὐτὸν μετὰ μαχαιρῶν καὶ ξύλων· λέγει οὖν πρὸς αὐτούς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; οἳ καὶ παρέδωκαν αὐτόν, φησι, Πιλάτῳ. Καθ᾿ ὁμοιότητα γοῦν αὐτοῦ καὶ οἱ κατὰ σκοπὸν αὐτοῦ βαίνοντες πεπόνθασι, μεμνημένοι τῶν θείων αὐτοῦ λόγων, δι᾽ ὧν, ἐπιστηρίζων ἡμᾶς περὶ τῶν διωγμῶν, λέγει· Προσέχετε ἑαυτοῖς, παραδώσουσι γὰρ ἡμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ἡμᾶς. Παραδώσουσι δὲ εἶπεν, ἀλλ᾿ οὐχὶ ἑαυτοὺς παραδώσετε· καὶ ἐπὶ ἡγεμόνας δέ, φησί, καὶ βασιλεῖς ἀχθήσεσθε διὰ τὸ ὄνομά μου, ἀλλ᾿ οὐχὶ ἑαυτοὺς ἄξετε. Ἐπεὶ καὶ μεταπηδᾶν ἡμᾶς βούλεται ἀπὸ τόπων εἰς τόπους διωκομένους διὰ τὸ ὄνομα αὐτοῦ, ὡς πάλιν ἀκούομεν αὐτοῦ λέγοντος· Καὶ ὅτε διώκουσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν. Οὐ γὰρ θέλει αὐτομολεῖν ἡμᾶς πρὸς τοὺς τοῦ διαβόλου ὑπασπιστὰς καὶ δορυφόρους, ὅπως μὴ καὶ πλειόνων θανάτων αἴτιοι αὐτοῖς γινώμεθα, ὡς ἂν καταναγκάζοντες αὐτοὺς μᾶλλον κατατραχύνεσθαι καὶ τελεσιουργεῖν τὰ θανατηφόρα ἔργα, ἀλλ᾿ ἐκδέχεσθαι καὶ προσέχειν ἑαυτοῖς, γρηγορεῖν τε καὶ προσεύχεσθαι, ἵνα μὴ εἰσέλθωμεν εἰς πειρασμόν. Οὕτω Στέφανος πρῶτος κατ᾿ ἴχνος αὐτοῦ μαρτύριον ἀναδεξάμενος, ἐν Ἱεροσολύμοις συναρπασθεὶς ὑπὸ τῶν παρανόμων καὶ ἀχθεὶς ἐν τῷ συνεδρίῳ, λιθοβολούμενος ἐν ὀνόματι Χριστοῦ, ἐδοξάσθη παρακαλῶν καὶ λέγων· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὕτως Ἰάκωβος δεύτερος, συλληφθεὶς ὑπὸ Ἠρώδου, μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη. Οὕτως ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος, πολλάκις συλληφθεὶς καὶ φυλακισθεὶς καὶ ἀτιμασθείς, ὕστερον ἐν Ῥώμῃ ἐσταυρώθη. Ὁμοίως καὶ ὁ περιβόητος Παῦλος, πλεονάκις παραδοθεὶς καὶ ἕως θανάτου κινδυνεύσας, πολλά τε ἀθλήσας καὶ καυχησάμενος ἐν πολλοῖς διωγμοῖς καὶ θλίψεσιν, ἐν τῇ αὐτῇ πόλει καὶ αὐτὸς μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη, ὃς ἐν οἷς ἐκαυχήσαντο κατέληξεν· ὅτι καὶ ἐν Δαμασκῷ σπυρίδι ἐχαλάσθη διὰ τοῦ τείχους νυκτός, καὶ ἐξέφυγε τὰς χεῖρας τοῦ ζητοῦντος αὐτὸν πιάσαι. Τὸ γὰρ προκείμενον ἦν αὐτοῖς, ἐν πρώτοις εὐαγγελίζεσθαι καὶ διδάσκειν τὸν λόγον τοῦ Θεοῦ, ἐν οἷς ἐπιστηρίζοντες τοὺς ἀδελφοὺς ἐμμένειν ἐν τῇ πίστει, καὶ τοῦτο ἔλεγον, ότι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἐζήτουν γὰρ οὐ τὸ ἑαυτῶν συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Καὶ ἦν πολλὰ λέγειν αὐτοῖς εἰς ταῦτα πρὸς τὸ κατὰ λόγον πράσσειν, εἰ μή, ὡς λέγει ὁ ἀπόστολος, ἐπιλείψῃ δ᾿ ἂν ἡμᾶς διηγουμένους ὁ χρόνος.
Κανὼν ι´ τοῦ Πέτρου Ἀλεξανδρείας. Ὅτι ὁ ἐν διωγμῷ αὐτομολήσας, ἐκπεπτωκώς τε καὶ ἀναπαλαίσας κληρικός, οὐ δύναται ἔτι ἐν τῇ λειτουργίᾳ εἶναι.
Ὅθεν οὐκ ἔστιν εὔλογον, οὐδὲ τοὺς ἀπὸ κλήρου αὐτομολήσαντας, ἐκπεπτωκότας τε καὶ ἀναπαλαίσαντας, ἔτι ἐν τῇ λειτουργίᾳ εἶναι, ἅτε δὴ καταλείψαντας τὸ ποίμνιον τοῦ Κυρίου καὶ μωμησαμένους ἑαυτούς, ὅπερ οὐδεὶς τῶν ἀποστόλων πεποίηκε. Καὶ γὰρ ο πολλοὺς διωγμοὺς ἐξανύσας, πολλά τε ἆθλα ἀγωνισμάτων ἐνδειξάμενος, ὁ μακάριος ἀπόστολος Παῦλος, ἐγνωκὼς ὅτι κάλλιόν ἐστιν ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, ἐπιφέρει καὶ λέγει· Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκί, ἀναγκαιότερον δι᾿ ὑμᾶς. Σκοπῶν γὰρ οὐ τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν, ἀναγκαιότερον τῆς ἑαυτοῦ ἀναπαύσεως ἡγήσατο τὸ παραμένειν τοῖς ἀδελφοῖς καὶ ἐπιμελεῖσθαι αὐτῶν. Ὅς καὶ τὸν διδάσκοντα θέλει εἶναι ἐν τῇ διδασκαλίᾳ, τύπον γινόμενον τῶν πιστῶν. Ὅθεν οἱ ἐν τῇ εἱρκτῇ ἐπιδικαζόμενοι, τῆς λειτουργίας ἐκπεπτωκότες καὶ ἀναπαλαίσαντες, πάνυ ἀναισθητοῦσι· πῶς γὰρ αἰτοῦσιν ὃ κατέλειψαν, δυνάμενοι τοῖς ἀδελφοῖς εὔχρηστοι εἶναι ἐν καιρῷ τοιούτῳ; Ἕως μὲν οὖν ἄπταιστοι ἦσαν, συγγνώμην εἶχον ἐπὶ τῇ παραλόγῳ αὐτῶν πράξει, ὅτε δὲ ἔπταισαν, ὡς ἂν περπερευσάμενοι καὶ ἑαυτοὺς μωμησάμενοι, οὐκέτι δύνανται λειτουργεῖν. Διὸ φροντιζέτωσαν μᾶλλον ἐν ταπεινοφροσύνῃ, πῶς ἐκτελέσουσι παυσάμενοι τῆς κενοδοξίας. Ἀρκεῖ γὰρ αὐτοῖς ἡ κοινωνία μετ᾿ ἐπιστάσεως καὶ ἀκριβείας πρὸς ἀμφότερα γινομένη· καὶ ἵνα μὴ δόξωσι λυπεῖσθαι, μετὰ βίας περιδρασσόμενοι τῆς ἐντεῦθεν ἀναλύσεως, καὶ ἵνα μή τινες ἐκπεσόντες προφασίσωνται, ὡς ἂν διὰ τὴν ἀφορμὴν τῆς ἐπιτιμίας ὑπεκλελυμένοι, οἵτινες πλέον ἁπάντων αἰσχύνην καὶ ὄνειδος ἕξουσι, κατ᾿ ἐκεῖνον τὸν τεθεικότα θεμέλιον καὶ μὴ ἰσχύσαντα ἐκτελέσαι. Ἄρξονται γάρ, φησί, πάντες οἱ παραπορευόμενοι ἐμπαίζειν αὐτόν, λέγοντες· Οὗτος ὁ ἄνθρωπος θεμέλιον ἔθηκε καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
Κανὼν ια´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν ζήλῳ μὲν καλῷ αὐτομολησάντων, ἠττηθέντων δέ, καὶ διὰ τοῦτο ὕστερον ἀποδυρομένων.
Οἱ γὰρ πρῶτον παραπηδήσαντες ἐν τῷ βράσματι τοῦ διωγμοῦ, περιεστῶτες εἰς τὸ δικαστήριον καὶ θεωροῦντες τοὺς ἁγίους μάρτυρας σπεύδοντας ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐν καλῷ τῷ ζήλῳ προθυμούμενοι, ἐπεδίδουν ἑαυτοὺς εἰς τοῦτο, πολλῇ τῇ παρρησίᾳ χρώμενοι, βλέποντες μάλιστα τοὺς ὑποσυρομένους καὶ ἐκπίπτοντας, δι᾿ οὓς ὑποθεομαινόμενοι ἔσωθεν καὶ ἐνηχούμενοι καταπολεμῆσαι τὸν ὑπεραιρόμενον καὶ ἀντικείμενον, ἔσπευδον ἐν τοῦτο, ἵνα μὴ καὶ δοκῇ παρ᾿ ἐαυτῷ φρόνιμος εἶναι, ἐφ᾿ οἷς κατὰ πανουργίαν ἔδοξε νικᾶν, εἰ καὶ ἐλάνθανεν ἑαυτὸν νικώμενον ὑπὸ τῶν ἐγκαρτερούντων τὰς τῶν ξυστήρων καὶ μαστίγων βασάνους, τήν τε ὀξύτητα τῆς μαχαίρας καὶ τὰς καταφλέξεις τοῦ πυρὸς καὶ τὰς τῶν ὑδάτων καταποντώσεις. Καὶ τοῖς κατὰ πίστιν ὑπεξιοῦσιν εὐχὰς καὶ δεήσεις γίνεσθαι, ἤτοι ὑπὲρ τῶν ἐν φυλακῇ κατατιμωρηθέντων καὶ προδεδομένων ὑπὸ λιμοῦ καὶ δίψης, ἤτοι ὑπὲρ τῶν ἔξωθεν τῆς φυλακῆς ἐπὶ τοῦ δικαστηρίου καταβασανισθέντων διὰ κυστήρων καὶ μαστίγων, ὕστερον δὲ ἡττηθέντων ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἄξιόν ἐστιν ἐπινεῦσαι. Συμπάσχειν γὰρ καὶ συναλγεῖν τοῖς ὀδυρομένοις καὶ στενάζουσιν ὑπὲρ τῶν ἐν τῷ ἀγῶνι ἡττηθέντων ὑπὸ τῆς πολλῆς βίας τοῦ κακομηχάνου διαβόλου, ἤτοι ὑπὲρ γονέων ἢ ἀδελφῶν ἤ τέκνων, οὐδένα οὐδὲν καταβλάπτει. Ἴσμεν γὰρ καὶ δι᾽ ἑτέρων πίστιν ἀπολαύσαντάς τινας τῆς τοῦ Θεοῦ ἀγαθότητος, ἐπί τε ἀφέσει ἁμαρτιῶν καὶ ὑγείᾳ σώματος καὶ ἀναστάσει νεκρῶν. Μεμνημένοι τοίνυν τῶν πολλῶν αὐτῶν καμάτων, ὧν προϋπήνεγκαν ἐν ὀνόματι τοῦ Χριστοῦ, καὶ τῶν ταλανισμῶν, οὐ μὴν ἀλλὰ καὶ μεταγνόντων αὐτῶν καὶ ἀποδυρομένων τὸ πεπραγμένον αὐτοῖς κατὰ προδοσίαν, ἐν ἀτονίᾳ καὶ νεκρότητι τοῦ σώματος, ἔτι τε καὶ μεμαρτυρημένων ἀπολιτεύτων γενομένων ἐν τῷ βίῳ αὐτῶν, συνευχόμεθα καὶ συμπαρακαλοῦμεν ὑπὲρ ἱλασμοῦ αὐτῶν μετὰ τῶν ἄλλων καθηκόντων, διὰ τοῦ γενομένου ὑπὲρ ἡμῶν παρακλήτου πρὸς τὸν Πατέρα, ἱλασκομένου ταῖς ἁμαρτίαις ἡμῶν· Καὶ ἐάν τις γάρ, φησίν, ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.
Κανὼν ιβ´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν δόντων ἀργύρια, ὥστε μὴ ἀρνήσασθαι.
Τοῖς γὰρ ἀργύρια δεδωκόσι πρὸς τὸ ἀνενοχλήτους αὐτοὺς παντάπασι γενέσθαι ἀπὸ πάσης κακίας, οὐκ ἔστιν ἔγκλημα προσάγειν, ζημίαν γὰρ καὶ ἀπώλειαν χρημάτων ὑπήνεγκαν, ἵνα μὴ τὴν ψυχὴν ἑαυτῶν ζημιωθῶσιν ἢ ἀπολέσωσιν. Ὅπερ ἄλλοι κατὰ αἰσχροκέρδειαν οὐ πεποιήκασι, καίτοι γε τοῦ Κυρίου λέγοντος· Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ ἢ ἀπολέσῃ, καὶ ὅτι· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐφάνησαν γὰρ παρ᾿ ἐκείνοις Θεῷ δουλεύοντες, τὰ ἀργύρια μισήσαντες καὶ καταπατήσαντες καὶ καταφρονήσαντες αὐτῶν, ἀπεπλήρωσάν τε καὶ ἐν τούτῳ τὸ γεγραμμένον· Λύτρον ἀνδρὸς ψυχῆς, ὁ ἴδιος πλοῦτος. Ἐπεὶ καὶ ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἀνέγνωμεν, τοὺς συρέντας ἀντὶ Παύλου καὶ Σίλα ἐν Θεσσαλονίκῃ ἐπὶ τοὺς πολιτάρχας, μετὰ καὶ πλησμονῆς ἀπολυθέντας. Μετὰ γὰρ τὸ καταβαρῆσαι αὐτοὺς πολλὰ διὰ τὸ ὄνομα καὶ ταράξαι τὸν ὄχλον καὶ τοὺς πολιτάρχας, λαβόντες, φησί, τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσωνος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς. Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ Σίλαν εἰς Βέῤῥοιαν.
Κανὼν ιγ´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν ἐασάντων τὰς ἰδίας περιουσίας καὶ φυγόντων, ἀνθ᾿ ὧν ἄλλοι κατεσχέθησαν, ὅτι ἀνέγκλητοι.
Ὅθεν οὐδὲ τοῖς καταλείψασι πάντα διὰ τὴν τῆς ψυχῆς σωτηρίαν καὶ ἀναχωρήσασιν ἔστιν ἐγκαλεῖν, ὡς ἂν ἑτέρων δι᾿ αὐτοὺς κατασχεθέντων. Καὶ γὰρ καὶ ἐν τῇ Ἐφέσῳ ἀντὶ Παύλου συνήρπασαν Γάιον εἰς τὸ θέατρον καὶ Ἀρίσταρχον, συνεκδήμους Παύλου, καὶ βουλόμενον εἰσελθεῖν εἰς τὸν δῆμον, ἐπεὶ καὶ δι᾿ αὐτόν, πείσαντα καὶ μεταστήσαντα πολὺν ὄχλον ἐπὶ τὴν θεοσέβειαν, ἡ στάσις ἦν γενομένη, οὐκ εἴων αὐτὸν οἱ μαθηταί, φησίν· Οὐ μὴν ἀλλὰ καί τινες τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. Εἰ δὲ ἐπιμένοιέν τινες ἐρεσχελοῦντες τοῖς εἰλικρινῶς προσέχουσι τῷ λέγοντι· Σώζων, σῶζε τὴν σεαυτοῦ ψυχήν, μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, ὑπομνησθήτωσαν καὶ περὶ τοῦ προκρίτου τῶν ἀποστόλων Πέτρου, βεβλημένου τε ἤδη εἰς φυλακὴν καὶ παραδοθέντος τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, οὐ ἐν νυκτὶ φυγόντος καὶ ῥυσθέντος ἐκ χειρὸς τοῦ φονώδους Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων, κατ᾿ ἐντολὴν τοῦ Ἀγγέλου Κυρίου, γενομένης, φησίν, ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι, δι᾿ οὓς οὐδεμία αἰτία τῷ Πέτρῳ προσάπτεται. Ἐξῆν γὰρ καὶ αὐτούς, ἑωρακότας τὸ γενόμενον, ἐκφυγεῖν, ὡς πάντα τὰ παιδία τὰ ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, εἰ ἐγνώκεισαν οἱ γονεῖς αὐτῶν τὸ μέλλον ἔσεσθαι, ἅπερ ἀνῃρέθησαν ὑπὸ τοῦ μιαιφόνου Ἡρώδου διὰ τὸ ὑπ᾽ αὐτοῦ ζητούμενον ἀπολέσθαι ἓν παιδίον, ὅπερ καὶ αὐτὸ κατ᾽ ἐντολὴν Ἀγγέλου Κυρίου ἐξέφυγεν, ἤδη ἀρξάμενον ταχέως σκυλεύειν καὶ ὀξέως προνομεύειν κατὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος, καθὼς γέγραπται· Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνομεύειν, διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Οἱ γοῦν Μάγοι, ὡς ἤδη σκυλευθέντες καὶ προνομευθέντες, ὑποτεταγμένως καὶ τιμητικῶς προσκυνοῦσι τὸ παιδίον, ἀνοίγοντες τοὺς θησαυροὺς αὐτῶν καὶ προσφέροντες αὐτῷ καιριώτατα καὶ πρεπωδέστατα δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, ὡς βασιλεῖ καὶ Θεῷ καὶ ἀνθρώπῳ. Ὅθεν οὐκέτι πρὸς τὸν Ἀσσύριον βασιλέα ἠξίωσαν ὑποστρέψαι, συνεργούμενοι ὑπὸ τῆς προνοίας· Χρηματισθέντες γάρ, φησί, κατ᾿ ὄναρ, μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Ὅθεν, ἰδὼν ὁ αἱμοβόρος Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν Μάγων, ἐθυμώθη λίαν καὶ ἀποστείλας, φησίν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων. Μεθ᾿ ὧν καὶ τὸ πρὸ αὐτοῦ γεννηθὲν ἕτερον παιδίον ζητήσας ἀποκτεῖναι καὶ μὴ εὑρών, τὸν πατέρα αὐτοῦ Ζαχαρίαν ἐφόνευσε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἐκφυγόντος τοῦ παιδίου μετὰ τῆς μητρὸς Ἐλισάβετ, ἐφ᾿ ὧν οὐδεμίαν μέμψιν ἔχουσιν.
Κανὼν ιδ´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν, οἷς βίαν πολλὴν οἱ εἰδωλολάτραι ἐπήγαγον.
Εἰ δέ τινες βίαν πολλὴν καὶ ἀνάγκην πεπόνθασι, χάνον λαβόντες ἐν τῷ στόματι καὶ δεσμούς, καὶ ἐπιμείναντες καρτερῶς τῇ διαθέσει τῆς πίστεως καὶ τὰς χεῖρας αὐτῶν καῆναι καρτερήσαντες, προσαγομένας ἀκοντὶ τῷ ἀνιέρῳ θύματι. Ὥσπερ οὖν ἔγραψάν μοι οἱ ἀπὸ τῆς φυλακῆς τρισμακάριοι μάρτυρες περὶ τῶν ἐν τῇ Λιβύῃ καὶ ἕτεροι δὲ συλλειτουργοί, οἱ τοιοῦτοι, συμμαρτυρούντων αὐτοῖς μάλιστα καὶ τῶν ἄλλων ἀδελφῶν, δύνανται εἶναι ἐν τῇ λειτουργίᾳ, ταχθέντες ἐν τοῖς ὁμολογηταῖς, ὡς καὶ οἰ κατανεκρωθέντες ἐν ταῖς πολλαῖς βασάνοις καὶ μηκέτι ἐξισχύσαντες λαλῆσαι ἢ φθέγξασθαι ἢ κινηθῆναι εις τὸ ἀντιστῆναι τοῖς εἰς μάτην βιαζομένοις, οὐδὲ γὰρ συγκατέθεντο τῇ βδελυρίᾳ αὐτῶν, ὥσπερ οὖν παρὰ συλλειτουργῶν πάλιν ἤκουσα. Ταχθήσεται δὲ ἐν τοῖς ὁμολογηταῖς καὶ πᾶς ὁστισοῦν κατὰ Τιμόθεον πολιτεύεσθαι, πειθόμενος καὶ αὐτὸς τῷ λέγοντι· Δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα, ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
Κανὼν ιε´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τοῦ ἐν μὲν τετράδι καὶ παρασκευὴ νηστεύειν, ἐν δὲ Κυριακὴ μηκέτι, μηδὲ γονυκλιτεῖν.
Οὐκ ἐγκαλέσει τις ἡμῖν παρατηρουμένοις τετράδα καὶ παρασκευήν, ἐν αἷς καὶ νηστεύειν ἡμῖν κατὰ παράδοσιν εὐλόγως προστέτακται· τὴν μὲν τετράδα, διὰ τὸ γενόμενον συμβούλιον ὑπὸ τῶν Ἰουδαίων ἐπὶ τῇ προδοσίᾳ τοῦ Κυρίου, τὴν δὲ παρασκευήν, διὰ τὸ πεπονθέναι αὐτὸν ὑπὲρ ἡμῶν. Τὴν δὲ Κυριακήν, χαρμοσύνης ἡμέραν ἄγομεν, διὰ τὸν ἀναστάντα ἐν αὐτῇ, ἐν ᾗ οὐδὲ γόνυ κλίνειν παρειλήφαμεν.
___________________________________________________________
ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
Ἐπιστολὴ τοῦ Ἁγίου Ἀθανασίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, πρὸς Ἀμμοῦν μονάζοντα, περὶ τῆς ἀβουλήτου φυσικῆς ἐκκρίσεως.
Πάντα μὲν καλὰ καὶ καθαρὰ τὰ τοῦ Θεοῦ ποιήματα, οὐδὲν γὰρ ἄχρηστον ἢ ἀκάθαρτον ὁ τοῦ Θεοῦ πεποίηκε λόγος· Χριστοῦ γὰρ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις, κατὰ τὸν ἀπόστολον. Ἐπειδὴ δὲ ποικίλα καὶ πολύτροπα τὰ τοῦ διαβόλου βέλη καὶ τοὺς ἀκεραιοτέρους τὴν γνώμην παρασκευάζει ταράττεσθαι, κωλύει τε τῆς συνήθους γυμνασίας τοὺς ἀδελφούς, ὑποσπείρων αὐτοῖς λογισμοὺς ἀκαθαρσίας καὶ μολυσμοῦ, φέρε διὰ βραχέων καὶ τὴν τοῦ πονηροῦ πλάνην ἀπελάσωμεν, τῇ τοῦ Σωτῆρος ἡμῶν χάριτι, καὶ τὴν τῶν ἁπλουστέρων γνώμην στηρίξωμεν. Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς, τῶν δὲ ἀκαθάρτων καὶ ἡ συνείδησις καὶ τὰ πάντα μεμόλυνται. Ἄγαμαι δὲ τοῦ διαβόλου τὸ σόφισμα, ὅτι περ φθορὰ καὶ λύμη ὑπάρχων, λογισμοὺς ὑποβάλλει τὸ δοκεῖν μὲν καθαρότητος, ἔστι δὲ τὸ γινόμενον ἐνέδρα μᾶλλον ἢ δοκιμασία. Ἵνα γάρ, ὡς προεῖπον, ἀπασχολήσῃ τοὺς ἀσκητὰς τῆς ἐθίμου καὶ σωτηριώδους μελέτης καὶ δόξῃ κρατεῖν κατὰ τοῦτο, τοιαῦτα κινεῖ βομβύκια, ἅτινα φέρει μὲν οὐδὲν τῷ βίῳ χρήσιμον, κενὰς δὲ ζητήσεις καὶ φλυαρίας, ἃς δεῖ παραιτεῖσθαι. Τί γάρ, εἰπέ μοι, ὦ ἀγαπητὲ καὶ εὐλαβέστατε, ἔχει ἁμάρτημα ἢ ἀκάθαρτον φυσική τις ἐκκρισις; Ὡς εἴ τις ἐθέλοι ποιεῖσθαι ἔγκλημα καὶ τὰς διὰ ῤινῶν ἐκπεμπομένας μύξας καὶ τὰ διὰ τοῦ στόματος πτύσματα. Ἔτι δὲ καὶ τούτων ἔχομεν λέγειν πλείονα, τὰς διὰ γαστέρων ἐκκρίσεις, ἅπερ τῷ ζῴῳ πρὸς τὸ ζῇν ἀναγκαῖα καθέστηκεν. Ἔτι τε, εἰ τῶν τοῦ Θεοῦ χειρῶν ἔργον πιστεύομεν εἶναι τὸν ἄνθρωπον, κατὰ τὰς θείας Γραφὰς, πῶς ἠδύνατο ἐκ καθαρᾶς δυνάμεως ἔργον τι γενέσθαι μεμολυσμένον; Καὶ εἰ γένος τοῦ Θεοῦ ὑπάρχομεν, κατὰ τὰς θείας τῶν Ἀποστόλων Πράξεις, οὐδὲν ἔχομεν ἐν ἑαυτοῖς ἀκάθαρτον. Τότε γὰρ μόνον μεμολύσμεθα, ὅτε δὴ τὴν δυσωδεστάτην ἁμαρτίαν ἐργαζόμεθα. Ὅτε δὲ φυσική τις ἀβουλήτως ἔκκρισις γίνεται, τότε τῇ τῆς φύσεως ἀνάγκῃ μετὰ τῶν ἄλλων, ὡς προείπομεν, καὶ τοῦτο ὑπομένομεν. Ἀλλ᾿ ἐπειδή περ οἱ θέλοντες ἀντιλέγειν μόνον τοῖς ὀρθῶς λεγομένοις, μᾶλλον δὲ παρὰ Θεοῦ πεποιημένοις, παραφέρουσι καὶ ῥητὸν εὐαγγελικόν, ὡς ὅτι οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα, ἀναγκαίως αὐτῶν καὶ ταύτην τὴν ἀλογίαν, οὐ γὰρ ἂν εἴποιμεν ζήτησιν, ἐλέγξωμεν. Πρῶτον μὲν γὰρ καὶ τὰς Γραφάς, κατὰ τὰς ἰδίας ἀμαθίας, ἀστήρικτοι ὄντες, βιάζονται. Ἔχει δὲ τὸ θεῖον οὕτω λόγιον· Τινῶν γὰρ πάλιν τούτοις ὁμοίως ἐνδοιαστῶς ἐχόντων περὶ βρωμάτων, αὐτὸς ὁ Κύριος λύων αὐτῶν τὴν ἄγνοιαν, ἤγουν τὴν ἀπάτην δημοσιεύων, φησί, μὴ τὰ εἰσερχόμενα κοινοῦν τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα. Εἶτα ἐπάγει καὶ πόθεν ἐξερχόμενα; Καὶ φησὶ τὰ ἀπὸ τῆς καρδίας, ἐκεῖ γὰρ εἶναι τοὺς πονηροὺς θησαυροὺς τῶν βεβήλων λογισμῶν καὶ τῶν ἄλλων ἁμαρτημάτων γινώσκει. Συντομώτερον δὲ ὁ ἀπόστολος αὐτὸ δεδιδαγμένος, φησί· Βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Φαίη δ᾿ ἄν τις καὶ νῦν εὐλόγως, φυσική τις ἔκκρισις ἡμᾶς οὐ παρίστησι πρὸς τιμωρίαν. Τάχα δὲ καὶ παῖδες ἰατρῶν, ἵνα κἂν ἐκ τῶν ἔωθεν δυσωπηθῶσιν, ὑπὲρ τούτου ἀπολογήσονται, ὅτι τῷ ζώῳ δέδονταί τινες ἀναγκαῖαι διέξοδοι πρὸς τὸ τὸ περιττὸν ἀποπέμπειν τῶν ἐν ἑκάστῳ τῶν ἐν ἡμῖν μελῶν τρεφομένων χυμῶν, οἷον κεφαλῆς περιττώματα, τρίχες, καὶ ἀπὸ κεφαλῆς ὑδατώδη πεμπόμενα, καὶ γαστρὸς διαχωρήματα. Καὶ τοίνυν τῶν σπερματικῶν πόρων ἐκεῖνο περίττωμα. Ποία τοίνυν ἐστὶ πρὸς Θεοῦ, ὦ πρεσβύτα θεοφιλέστατε, ἁμαρτία, αὐτοῦ τοῦ πλάσαντος τὸ ζῶον Δεσπότου θελήσαντος καὶ ποιήσαντος ταῦτα τὰ μέλη, τοιαύτας ἔχειν διεξόδους; Ἐπειδὴ δὲ δεῖ προλαμβάνειν τὰ τῶν πονηρῶν ἐναντιώματα, εἴποιεν γὰρ ἄν, οὐκοῦν οὐκ ἔστιν ἁμαρτία οὐδέ ἡ ἀληθὴς χρῆσις, εἰ τὰ ὄργανα παρὰ τοῦ δημιουργοῦ διαπέπλασται, πρὸς τοῦτο ἐρωτηματικῶς αὐτοὺς παύσωμεν, φάσκοντες· Ποίαν λέγεις χρῆσιν; τὴν ἔννομον, ἣν ὁ Θεὸς ἐπέτρεψε, λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν; ἣν ὁ ἀπόστολος ἀπεδέξατο, εἰπών· Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος; ἢ τὴν δημώδη μέν, λαθραίως δὲ καὶ μοιχικῶς ἐπιτελουμένην; Ἐπεὶ καὶ τῶν ἄλλων τῶν ἐν τῷ βίῳ γινομένων εὑρήσομεν τὰς διαφορὰς κατά τι γινομένας· οἷον φονεύειν οὐκ ἔξεστιν, ἀλλ᾿ ἐν πολέμῳ ἀναιρεῖν τοὺς ἀντιπάλους, καὶ ἔννομον καὶ ἐπαίνου ἄξιον. Οὕτω γοῦν καὶ τιμῶν μεγάλων οἱ κατὰ πόλεμον ἀριστεύσαντες ἀξιοῦνται καὶ στῆλαι τούτων ἐγείρονται, κηρύττουσαι τὰ κατορθώματα. Ὥστε τὸ αὐτό, κατά τι μὲν καὶ κατὰ καιρόν, οὐκ ἔξεστι, κατά τι δὲ καὶ εὐκαίρως, ἀφίεταί τε καὶ συγκεχώρηται. Ὁ αὐτὸς οὖν λόγος καὶ περὶ τῆς μίξεως. Μακάριος ὃς ἐν νεότητι ζυγὸν ἔχων ἐλεύθερον, τῇ φύσει πρὸς παιδοποιΐαν κέχρηνται· εἰ δὲ πρὸς ἀσέλγειαν, πόρνους καὶ μοιχούς, ἡ παρὰ τῷ Ἀποστόλῳ τιμωρία ἐκδέξεται. Δύο γὰρ οὐσῶν ὁδῶν ἐν τῷ βίῳ περὶ τούτων, μιᾶς μὲν μετριωτέρας καὶ βιωματικῆς, τοῦ γάμου λέγω, τῆς δὲ ἑτέρας, ἀγγελικῆς καὶ ἀνυπερβλήτου, τῆς παρθενίας. Εἰ μέν τις τὴν κοσμικήν, ἤτοι τὸν γάμον ἕλοιτο, μέμψιν μὲν οὐκ ἔχει, τοσαῦτα δὲ χαρίσματα οὐ λήψεται· λήψεται γάρ, ἐπείπερ φέρει καὶ αὐτὸς καρπόν, τὸν τριάκοντα. Εἰ δὲ τὴν ἁγνήν τις καὶ ὑπερκόσμιον ἀσπάσοιτο, εἰ καὶ τραχεῖα παρὰ τὴν πρώτην καὶ δυσκατόρθωτος ἡ ὁδός, ὅμως ἔχει χαρίσματα θαυμασιώτερα, τὸν γὰρ τέλειον καρπόν, τὴν ἑκατοντάδα ἐβλάστησεν. Ὥστε τὰ ἀκάθαρτα αὐτῶν καὶ πονηρὰ ζητήματα, λύσεις ἰδίας ἔσχηκε καὶ παρὰ τῶν θείων Γραφῶν πάλαι προλυθείσας. Ὑποστήριζε τοίνυν, ὦ πάτερ, τὰς ὑπὸ σαὐτὸν ἀγέλας ἐκ τῶν ἀποστολικῶν παρακαλῶν, ἐκ τῶν εὐαγγελικῶν ψυχαγωγῶν, ἐκ τῶν ψαλμῶν συμβουλεύων· Ζῆσόν με, λέγων, κατὰ τὸ λόγιόν σου· λόγιον δὲ αὐτοῦ τὸ ἐκ καθαρᾶς καρδίας λατρεύειν αὐτῷ. Τοῦτο γὰρ εἰδὼς ὁ αὐτὸς προφήτης, ὥσπερ ἑαυτὸ μεταφράζων, λέγει· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός; ἵνα μὴ ῥυπώδεις λογισμοί με ταράξωσι. Πάλιν Δαβίδ· Καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με, ἵνα, κἄν ποτε λογισμοί με θορυβήτωσαν, ἰσχυρά τις δύναμις παρὰ σοῦ στηρίξῃ με, ὥσπερ κρηπὶς τυγχάνουσα. Αὐτὸς τοίνυν ταῦτα καὶ τὰ τοιαῦτα συμβουλεύων, λέγε πρὸς τοὺς βράδιον τῇ ἀληθείᾳ πειθομένους· Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ θαρρῶν Κυρίῳ ὅτι πείσεις ἀποσχέσθαι τῆς τοιαύτης κακίας, ψάλλε· Καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Γένοιτο δὲ τοὺς μὲν κακοήθως ζητοῦντας, παύσασθαι τῆς τοιαύτης ματαιοπονίας, τοὺς δὲ δι᾿ εὐσέβειαν ἐνδοιαστῶς ἔχοντας, Πνεύματι ἡγεμονικῷ κρατυνθῆναι. Ὅσοι δὲ βεβαίως τὴν ἀλήθειαν ἐπίστασθε, ἀῤῥαγῆ ταύτην κατέχετε καὶ ἀσάλευτον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾿ οὗ τῷ Πατρὶ δόξα καὶ κράτος, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Τοῦ Ἁγίου Ἀθανασίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, ἐκ τῆς λθ´ ἑορταστικῆς ἐπιστολῆς, περὶ κεκανονισμένων ἱερῶν βιβλίων.
Ἀλλ᾿ ἐπειδὴ περὶ μὲν τῶν αἱρετικῶν ἐμνήσθημεν ὡς νεκρῶν, περὶ δὲ ἡμῶν ὡς ἐχόντων πρὸς σωτηρίαν τὰς θείας Γραφάς, καὶ φοβοῦμαι μήπως, ὡς ἕγραψε Κορινθίοις Παῦλος, τινὲς τῶν ἀκεραίων ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος πλανηθῶσιν ἀπὸ τῆς πανουρίας τῶν ἀνθρώπων καὶ λοιπὸν ἐντυγχάνειν ἑτέροις ἄρξωνται, τοῖς λεγομένοις Ἀποκρύφοις, ἀπατώμενοι τῇ ὁμωνυμίᾳ τῶν ἀληθῶν βιβλίων, παρακαλῶ ἀνέχεσθαι, εἰ περὶ ὧν ἐπίστασθε, περὶ τούτων κἀγὼ μνημονεύων γράφω, διά τε τὴν ἀνάγκην καὶ τὸ χρήσιμον τῆς Ἐκκλησίας. Μέλλων δὲ τούτων μνημονεύειν, χρήσομαι πρὸς σύστασιν τῆς ἑμαυτοῦ τόλμης τῷ τύπῳ τοῦ εὐαγγελιστοῦ Λουκᾶ, λέγων καὶ αὐτός· ἐπειδή περ τινὲς ἐπεχείρησαν ἀνατάξασθαι ἑαυτοῖς τὰ λεγόμενα ἀπόκρυφα καὶ ἐπιμίξαι ταῦτα τῇ θεοπνεύστῳ Γραφῇ, περὶ ἧς ἐπληροφορήθη μεν καθὼς παρέδοσαν τοῖς Πατράσιν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοί, προτραπέντι παρὰ γνησίων ἀδελφῶν καὶ μαθόντι ἄνωθεν, ἑξῆς ἐκθέσθαι τὰ κανονιζόμενα καὶ παραδοθέντα, πιστευθέντα τε θεῖα εἶναι βιβλία, ἵνα ἕκαστος, εἰ μὲν ἠπατήθη, καταγνῷ τῶν πλανησάντων, ὁ δὲ καθαρὸς διαμείνας χαίρῃ πάλιν ὑπομιμνησκόμενος. Ἔστι τοίνυν τῆς μὲν Παλαιᾶς Διαθήκης βιβλία τῷ ἀριθμῷ τὰ πάντα εἰκοσιδύο, τοσαῦτα γάρ, ὡς ἤκουσα, καὶ τὰ στοιχεῖα τὰ παρ᾿ Ἑβραίοις εἶναι παραδέδοται, τῇ δὲ τάξει καὶ τὸ ὀνόματι ἔστιν ἕκαστον οὕτω· Πρώτη Γένεσις· εἶτα Ἔξοδος· εἶτα Λευϊτικόν· καὶ μετὰ τοῦτο Ἀριθμοί· καὶ λοιπόν, τὸ Δευτερονόμιον· ἑξῆς δὲ τούτοις ἐστίν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ Κριταί· καὶ μετὰ τοῦτο ἡ Ῥούθ· καὶ αὖθις ἑξῆς, Βασιλειῶν βιβλία τέσσερα· καὶ τούτων τὸ μὲν πρῶτον καὶ δεύτερον εἰς ἓν βιβλίον ἀριθμεῖται· τὸ δὲ τρίτον καὶ τέταρτον ὁμοίως εἰς ἐν· μετὰ δὲ ταῦτα, Παραλειπομένων πρῶτον καὶ δεύτερον, ὁμοίως εἰς ἓν βιβλίον πάλιν ἀριθμούμενα· εἶτα Ἔσδρα πρῶτον καὶ δεύτερον, ὁμοίως εἰς ἕν· μετὰ δὲ ταῦτα βίβλος Ψαλμῶν, καὶ ἑξῆς Παροιμίαι· εἶτα Ἐκκλησιαστής, καὶ ᾎσμα ᾀσμάτων· πρὸς τούτοις ἔστι καὶ Ἰώβ· καὶ λοιπὸν Προφῆται, οἱ μὲν δώδεκα εἰς ἓν βιβλίον ἀριθμούμενοι· εἶτα Ἡσαΐας Ἱερεμίας, καὶ σὺν αὐτῷ Βαρούχ· Θρῆνοι, καὶ Ἐπιστολή, καὶ μετ᾽ αὐτοὺς Ἰεζεκιήλ, καὶ Δανιήλ. Ἄχρι τούτων τὰ τῆς Παλαιᾶς Διαθήκης ἵστανται. Τὰ δὲ τῆς Καινῆς πάλιν οὐκ ὀκνητέον εἰπεῖν· ἔστι δὲ ταῦτα· Εὐαγγέλια τέσσερα, κατὰ Ματθαῖον, κατὰ Μάρκον, κατὰ Λουκᾶν καὶ κατὰ Ἰωάννην. Εἶτα μετὰ ταῦτα Πράξεις Ἀποστόλων, καὶ Ἐπιστολαὶ καθολικαὶ καλούμεναι τῶν Ἀποστόλων ἑπτά, οὕτως· Ἰακώβου μὲν μία, Πέτρου δὲ δύο, εἶτα Ἰωάννου τρεῖς, καὶ μετὰ ταύτας Ἰούδα μία. Πρὸς τούτοις Παύλου Ἀποστόλου εἰσὶν Ἐπιστολαὶ δεκατέσσαρες, τῇ τάξει γραφόμεναι οὕτω· Πρώτη πρὸς Ῥωμαίους, εἶτα πρὸς Κορινθίους δύο, καὶ μετὰ ταύτας πρὸς Γαλάτας, καὶ ἑξῆς πρὸς Ἐφεσίους, εἶτα πρὸς Φιλιππησίους, καὶ πρὸς Κολοσσαεῖς, καὶ πρὸς Θεσσαλονικεῖς δύο, καὶ ἡ πρὸς Ἑβραίους· καὶ ἑξῆς πρὸς μὲν Τιμόθεον δύο, πρὸς δὲ Τίτον μία, καὶ τελευταία ἡ πρὸς Φιλήμονα μία· καὶ πάλιν Ἰωάννου Ἀποκάλυψις. Ταῦτα πηγαὶ τοῦ σωτηρίου, ὥστε τὸν διψῶντα ἐμφορεῖσθαι τῶν ἐν τούτοις λογίων. Ἐν τούτοις μόνοις τὸ τῆς εὐσεβείας διδασκαλεῖον εὐαγγελίζεται. Μηδεὶς τούτοις ἐπιβαλλέτω, μηδὲ τούτων ἀφαιρείσθω τι. Περὶ δὲ τούτων ὁ Κύριος Σαδδουκαίους ἐδυσώπει, λέγων· πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς, μηδὲ τὰς δυνάμεις αὐτῶν, τοῖς δὲ Ἰουδαίους παρῄνει· ἐρευνᾶτε τὰς Γραφάς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Ἀλλ᾿ ἕνεκά γε πλείονος ἀκριβείας προστίθημι καὶ τοῦτο γράφων ἀναγκαίως, ὡς ἔστι καὶ ἕτερα βιβλία τούτων ἐξωθεν, οὐ κανονιζόμενα μέν, τετυπωμένα δὲ παρὰ τῶν Πατέρων ἀναγινώσκεσθαι τοῖς ἄρτι προσερχομένοις καὶ βουλομένοις κατηχεῖσθαι τὸν τῆς εὐσεβείας λόγον· Σοφία Σολομῶντος, Σοφία Σειράχ, καὶ Ἐσθήρ, καὶἸουδήθ, καὶ Τωβίας, καὶ διδαχὴ ἀγαπητοί, κἀκείνων κανονιζομένων, καὶ τούτων ἀναγινωσκομένων, οὐδαμοῦ τῶν ἀποκρύφων μνήμη, ἀλλ᾿ αἱρετικῶν ἐστιν ἐπίνοια, γραφόντων μὲν ὅτε θέλουσιν αὐτά, χαριζομένων δὲ καὶ προστιθέντων αὐτοῖς χρόνους, ἵνα, ὡς παλαιὰ προσφέροντες, πρόφασιν ἔχωσιν ἀπατᾷν ἐκ τούτων τοὺς ἀκεραίους.
Ἐπιστολὴ τοῦ Ἁγίου Ἀθανασίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, πρὸς Ῥουφινιανὸν περὶ τῶν αἱρετικῶν κοινωνησάντων.
Σὺ μὲν τὰ υἱῷ ἀγαπημένῳ πρέποντα πρὸς Πατέρα γράφεις, ἐγγίσαντα γοῦν σε διὰ τοῦ γράμματος περιεπτυξάμην, πάντων ἐμοὶ ποθεινότατε Ρουφινιανέ. Κἀγὼ δὲ ὡς υἱῷ δυνάμενος γράφειν ἔν τε προοιμίοις καὶ μέσοις καὶ τελευταίοις ἐπέσχον, ἵνα μὴ ἐκ γραμμάτων ἡ σύστασις καὶ ἡ μαρτυρία γνωρίζηται. Σὺ γὰρ ἐμοὶ ἐπιστολή, κατὰ τὸ γεγραμμένον, ἐπιγινωσκομένη καὶ ἀναγινωσκομένη ἐν καρδίᾳ. Οὕτω τοίνυν πίστευε διακείμενος, ναὶ πίστευε, προσαγορεύω σε, καὶ προτρέπω γράφειν· οὐ γὰρ ὀλίγως, ἀλλὰ μεγάλως εὐφραίνεις τοῦτο ποιῶν. ἐπειδὴ δὲ φιλοκάλως καὶ ἐκκλησιαστικῶς, τοῦτο γὰρ πάλιν πρέπει τῇ σῇ εὐλαβείᾳ, ἠρώτησας περὶ τῶν δι᾿ ἀνάγκην ὑποσυρέντων μέν, μὴ φθαρέντων δὲ ἐν τῇ κακοπιστίᾳ, καὶ ἠθέλησας γράψαι με τὰ δόξαντα περὶ αὐτῶν ἐν ταῖς συνόδοις καὶ πανταχοῦ, γίνωσκε, κύριέ μου ποθεινότατε, ὅτι ἐν ἀρχῇ μὲν παυσαμένης τῆς γενομένης βίας, γέγονε σύνοδος παρόντων ἀπὸ τῶν ἔξω μερῶν ἐπισκόπων, γέγονε δὲ καὶ παρὰ τοῖς τὴν Ἑλλάδα κατοικοῦσι συλλειτουργοῖς, οὐδὲν δὲ ἦττον καὶ τοῖς ἐν Ἰσπανίᾳ καὶ Γαλλίᾳ. Καὶ ἤρεσεν, ὅπερ ὧδε καὶ πανταχοῦ, ὥστε τοῖς μὲν καταπεπτωκόσι καὶ προϊσταμένοις τῆς ἀσεβείας, συγγινώσκειν μὲν μετανοοῦσι, μὴ διδόναι δὲ αὐτοῖς τόπον κλήρου, τοῖς δὲ μὴ αὐθεντοῦσι μὲν τῆς ἀσεβείας, παρασυρεῖσι δὲ δι,᾿ ἀνάγκην καὶ βίαν, ἔδοξε δίδοσθαι μὲν συγγνώμην, ἔχειν δὲ καὶ τὸν τόπον τοῦ κλήρου, μάλιστα ὅτι ἀπολογίαν πιθανὴν ἐπορίσαντο. Καὶ ἔδοξε τοῦτό πως οἰκονομικῶς γεγενῆσθαι, διεβεβαιώσαντο γὰρ μὴ μεταβεβλῆσθαι εἰς ἀσέβειαν. Ἵνα δὲ μή, κατασταθέντες τινὲς ἀσεβέστατοι, διαφθείρωσι τὰς ἐκκλησίας, εἵλοντο μᾶλλον συνδραμεῖν τῇ βίᾳ καὶ βαστάσαι τὸ βάρος ἢ λαοὺς ἀπολέσθαι. Τοῦτο δὲ λέγοντες ἔδοξαν καὶ ἡμῖν πιθανῶς λέγειν, διὰ τὸ καὶ προφασίζεσθαι αὐτοὺς τὸν Ἀαρών, τὸν Μωσέως ἀδελφόν, ἐν τῇ ἐρήμῳ συνδραμεῖν μὲν τῇ τοῦ λαοῦ παραβάσει, ἀπολογίαν δὲ ἐσχηκέναι, ἵνα μὴ ὁ λαός, ὑποστρέψας εἰς Αἴγυπτον, ἐπιμείνῃ τῇ εἰδωλολατρίᾳ. Καὶ γὰρ ἦν φαινόμενον εὔλογον ὅτι, μένοντες μὲν ἐν τῇ ἐρήμῳ, δύνανται παύσασθαι τῆς ἀσεβείας, εἰσελθόντες δὲ εἰς Αἴγυπτον, ἐπετρίβοντο καὶ ηὔξανον ἐν αὐτοῖς τὴν ἀσέβειαν. Τούτου τοίνυν ἕνεκα συγγνωστὸν τὸ πρὸς τὸν κλῆρον γέγονε, τοῖς δὲ ἀπατηθεῖσι καὶ βίαν παθοῦσι συγγώμη δίδοται. Ταῦτα καὶ τῇ σῇ εὐλαβείᾳ δηλῶ, θαρρῶν ὅτι καὶ τὰ δόξαντα ὑποδέξεταί σου ἡ θεοσέβεια καὶ οὐ καταγνώσεται ἐκεχειρίαν τῶν συνελθόντων οὕτω. Καταξίωσον δὲ ταῦτα ἀναγνῶναι τῷ ἱερατείῳ καὶ τῷ λαῷ τῷ ὑπὸ σέ, ἵνα καὶ αὐτοὶ γινώσκοντες μὴ μέμφωνται οὕτω σε διακείμενον περὶ τοὺς τοιούτους. Ἀπρεπὲς γὰρ ἦν ἐμὲ γράφειν, δυναμένης τῆς σῆς εὐλαβείας καὶ τὴν ἡμῶν περὶ αὐτοὺς διάθεσιν ἀπαγγεῖλαι καὶ πάντα τὰ λείποντα ἀποπληρῶσαι. Χάρις τῷ Κυρίῳ τῷ πληρώσαντί σε ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Οἱ μὲν οὖν μετανοοῦντες φανερῶς ἀναθεματιζέτωσαν, ὀνομάζοντες Εὐδοξίου καὶ Εὐζωΐου τὴν κακοπιστίαν. Αὐτοὶ γὰρ λοιπόν, βλασφημοῦντες αὐτὸν κτίσημα, ἀπεγράψαντο τῆς Ἀρειανῆς αἱρέσεως προστάται, ὁμολογείτωσαν δὲ τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν, καὶ μηδεμίαν ἄλλην σύνοδον προκρίνειν ταύτης τῆς συνόδου. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα, ἣ σὺν ἡμῖν ἐν Κυρίῳ προσαγορεύει σε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου