Δευτέρα, 10 Ιουλίου 2017

Ἱεροὶ Κανόνες ὑπὸ Ἁγίων Πατέρων (Σύνοδοι, Διατάξεις, Ἐρωτήσεις-Ἀποκρίσεις, Ἐπιστολαί).


ΠΕΡΙΕΧΟΜΕΝΑ
  • ΕΚ ΤΩΝ ΥΠΟΜΝΗΜΑΤΩΝ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΠΕΡΙ ΑΓΑΠΙΟΥ ΚΑΙ ΒΑΓΑΔΙΟΥ (394)
  • ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
  • ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ
  • ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΠΕΤΡΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
  • ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
  • ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ
  • ΑΠΟΚΡΙΣΕΙΣ ΤΙΜΟΘΕΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
  • ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ
  • ΑΓΙΟΥ ΑΜΦΙΛΟΧΙΟΥ ΙΚΟΝΙΟΥ
  • ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ
  • ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
  • ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΘΕΟΦΙΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
  • ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
  • ΕΠΙΣΤΟΛΗ ΓΕΝΝΑΔΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΚΑΙ ΤΗΣ ΣΥΝ ΑΥΤῼ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ (459)
  • ΚΑΝΟΝΕΣ ΕΚ ΤΟΥ ΚΑΝΟΝΙΚΟΥ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΝΗΣΤΕΥΤΟΥ
  • ΑΠΟΚΡΙΣΙΣ ΑΓΙΟΥ ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ
  • ΕΠΙΣΤΟΛΗ ΑΓΙΟΥ ΤΑΡΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
  • ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΝΙΚΗΦΟΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ
  • ΕΓΚΥΚΛΙΟΣ ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
  • ΕΡΩΤΗΣΕΙΣ ΜΟΝΑΧΩΝ ΤΙΝΩΝ ΕΞΩ ΤΗΣ ΠΟΛΕΩΣ ΑΣΚΟΥΜΕΝΩΝ ΚΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ ΕΠΙ ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΝΙΚΟΛΑΟΥ (1086-1111)
  • ΝΕΑΡΑ 131 ΤΟΥ ΙΟΥΣΤΙΝΙΑΝΟΥ (545 μ.Χ)
  • ΕΠΑΝΑΓΩΓΗ Ἤ ΕΙΣΑΓΩΓΗ (885/886 μ.Χ.)
  • ΑΔΗΛΟΥ ΠΑΤΡΙΑΡΧΟΥ
  • ΘΕΟΦΙΛΟΣ, ΕΠΙΣΚΟΠΟΣ ΚΑΜΠΑΝΙΑΣ (1749-1795)
  • ΣΥΜΕΩΝ, ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
  • ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΡΟΔΟΥ ΝΕΙΛΟΣ
  • ΙΩΑΣΑΦ ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΕΦΕΣΟΥ
__________________________________________________________
ΕΚ ΤΩΝ ΥΠΟΜΝΗΜΑΤΩΝ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΠΕΡΙ ΑΓΑΠΙΟΥ ΚΑΙ ΒΑΓΑΔΙΟΥ (394)
Νεκτάριος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπε ἐκ τῶν ὑπομνημάτων τῆς ἐν Κωνσταντινουπόλει περὶ Ἀγαπίου καὶ Βαγαδίου.
Τῆς ἁγίας ταύτης συνόδου κατὰ Θεοῦ χάριν πάλιν ἐν τῷ ἁγίῳ τόπῳ τούτῳ συνειλεγμένης, εἰ δοκιμάζει ἡ αὐτὴ τῶν ἁγίων ἀδελφῶν καὶ συλλειτουργῶν σύνοδος, ἐπειδὴ καὶ ἑστῶτας ὁρῶ τοὺς διαφερομένους πρὸς ἑαυτοὺς περὶ τῆς τῶν Βοστρηνῶν ἐπισκοπῆς, τοὺς ἀδελφοὺς ἡμῶν Βαγάδιον καὶ Ἀγάπιον, τῶν πρὸς ἀλλήλους ἐνάρξασθαι δικαίων. Καὶ μετὰ τὸ πραχθῆναί τινα παρ᾿ αὐτοῖς χάριν τῆς αὐτῆς ὑποθέσεως καὶ ἐμφανισθῆναι καθαίρεσιν τοῦ ρηθέντος Βαγαδίου γενομένην ὑπὸ δύο καὶ μόνον ἐπισκόπων τῶν καὶ τετελευτηκότων ἤδη κατὰ τὸν καιρὸν τῆς αὐτῆς συνόδου. Ἀραβιανὸς ἐπίσκοπος Ἀγκύρας εἶπεν· Οὐ τῆς παρούσης ἕνεκα δίκης, ἀλλὰ τοῦ ἐφεξῆς βίου παντὸς δεδοικώς, τοῦτο ἀξιῶ τὴν ἁγίαν σύνοδον διαλαλῆσαι, ἔξεστι γενέσθαι καθαίρεσιν παρὰ δύο ἐπισκόπων ἢ οὐ; καὶ κατὰ ἀπόντος μητροπολίτου ἔξεστιν ἢ οὐ; Οὐδὲν πρόκριμα πρὸς τὴν παροῦσαν ὑπόθεσιν. Δέδοικα δὲ μὴ ἐκ τῶν ὑπομνημάτων τούτων τινὲς λαβόμενοι ἐξουσίας, τοιαῦτα τολμήσωσιν. Ἀξιῶ οὖν ὑμᾶς ἀποκρίνασθαι. Νεκτάριος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Ἐπαινετῶς εἰσηγήσατο ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀραβιανός· οὐ μὴν δυναμένης δίκης ἐξομοιοῦσθαι, τὸ παρελθὸν μὴ κατακρίναντες, τὸ ἑξῆς ἀσφαλισώμεθα. Ἀραβιανὸς ἐπίσκοπος Ἀγκύρας εἶπε· Τὸ παρελθὸν ἡ τῶν μακαρίων Πατέρων τῶν ἐν Νικαίᾳ σύνοδος κατακρίνει, ἡ κελεύουσα μὴ ἐλάττους εἶναι τριῶν τοὺς χειροτονοῦντας, μηδὲ ἀπόντος τοῦ μητροπολίτου· τοῦ δὲ μέλλοντος ἕνεκεν δεδοικὼς ἐγώ, τὴν ἐρώτησιν ἐποιησάμην. Ἀξιῶ οὖν ὑμᾶς σαφῶς διαλαλῆσαι καὶ μήτε ἠρτημένως, μήτε ἀμφιβόλως, ὥστε μὴ ἐξεῖναι ὑπὸ δύο ἀνθρώπων μήτε χειροτονεῖσθαι, μήτε καθαιρεῖσθαι ἐπίσκοπον, ἀκολούθως τῇ ἐν Νικαίᾳ συνόδῳ. Καὶ μεθ᾿ ἕτερα, Θεόφιλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐπὶ τῶν ἀπελθόντων οὐ δυνατὸν ψῆφον ἐκφέρειν ἀγανακτήσεως, ἐπειδήπερ μὴ παρόντες κατεκρίθησαν. Εἰ μέντοι γε περὶ τῶν μελλόντων διασκοπείη τις τῶν ὀφειλόντων καθαιρεῖσθαι, φαίνεταί μοι μὴ μόνον τρεῖς παρεῖναι προσήκειν, ἀλλ᾿ εἰ δυνατὸν τοὺς πάντας ἐπαρχεώτας, ἵνα τῇ τῶν πολλῶν ψήφῳ ἀκριβεστέρα ἡ κατάκρισις τοῦ ἀξίου τῆς καθαιρέσεως δεικνύηται, παρόντος καὶ κρινομένου. Νεκτάριος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπε· Νομίμων εἰσηγήσεων καὶ δογμάτων πρυτανευομένων, ἀκόλουθον οὐ διὰ προσώπων τινὰς αἰτίας τὰ τοιαῦτα δογματίζεσθαι. Τοιγαροῦν καθάπερ ὁ ἁγιώτατος ἐπίσκοπος Ἀραβιανὸς εἰσηγήσατο, τὰ μέλλοντα ἀσφαλίσασθαι βουλόμενος, ἀκολούθως καὶ φιλανθρώπως ἡ τοῦ ἁγιωτάτου ἐπισκόπου Θεοφίλου ψῆφος διωρίσατο, μὴ χρῆναι πρὸς τὸ ἑξῆς μηδὲ παρὰ τριῶν, μήτοι γε παρὰ δύο, τὸν ὑπεύθυνον δοκιμαζόμενον καθαιρεῖσθαι, ἀλλὰ γὰρ πλείονος συνόδου ψήφῳ καὶ τῶν τῆς ἐπαρχίας, καθὼς καὶ οἰ ἀποστολικοὶ κανόνες διωρίσαντο. Φλαβιανὸς ἐπίσκοπος Ἀντιοχείας εἶπεν· Ἅπερ κατέθεντο οἱ περὶ τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἐπίσκοπον Νεκτάριον καὶ τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἐπίσκοπον Θεόφιλον δῆλα καὶ στέργομεν πάντες οἱ ἐκκλησιαστικοί.
___________________________________________________________
ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
Κανὼν α´ τοῦ Διονυσίου Ἀλεξανδρείας. Ὅτι ἀδήλου οὔσης ἀκριβῶς τῆς ὥρας, καθ᾿ ἣν ἀνέστη ὁ Κύριος, οἱ μετὰ τὸ μεσονύκτιον τοῦ μεγάλου Σαββάτου ἀπονηστιζόμενοι, ἀνέγκλητοι.
Ἐπέστειλάς μοι, πιστότατε καὶ λογιώτατε υἱέ μου, πυνθανόμενος καθ᾿ ἣν ὥραν ἀπονηστίζεσθαι δεῖ τὴν τοῦ Πάσχα ἡμέραν, τινὰς μὲν γὰρ τῶν ἀδελφῶν λέγειν φής, ὅτι χρὴ τοῦτο ποιεῖν πρὸς τὴν ἀλεκτοροφωνίαν, τινὰς δέ, ὅτι ἀφ᾿ ἑσπέρας χρή. Οἱ μὲν γὰρ ἐν Ῥώμῃ ἀδελφοί, ὥς φασι, περιμένουσι τὸν ἀλέκτορα, περὶ δὲ τῶν ἐνταῦθα ἔλεγες, ὅτι τάχιον. Ἀκριβῆ δὲ ὅρον τιθέναι ἐπιζητεῖς καὶ ὥραν πάνυ μεμετρημένην, ὅπερ καὶ δύσκολον καὶ σφαλερόν ἐστί. Τὸ μὲν γὰρ ὅτι μετὰ τὸν τῆς Ἀναστάσεως τοῦ Κυρίου ἡμῶν καιρὸν χρὴ τῆς ἑορτῆς καὶ τῆς ευφροσύνης ἐνάρχεσθαι, μέχρις ἐκείνου τὰς ψυχὰς ταῖς νηστείαις ταπεινοῦντας, ὑπὸ πάντων ὁμοίως ὁμολογήσεται. Κατασκεύασας δὲ δι᾿ ὧν ἔγραψάς μοι πάνυ ὑγιῶς καὶ τῶν θείων Εὐαγγελιστῶν αἰσθόμενος, ὅτι μηδὲν ἀπηκριβωμένον ἐν αὐτοῖς περὶ τῆς ὥρας, καθ᾿ ἣν ἀνέστη, φαίνεται. Διαφόρως μὲν γὰρ οἱ Εὐαγγελισταὶ τοὺς ἐπὶ τὸ μνημεῖον ἐλθόντας ἀνέγραψαν κατὰ καιροὺς ἐνηλλαγμένους, καὶ πάντες ἀνεστηκότα ἤδη τὸν Κύριον ἔφασαν εὑρηκέναι, καὶ ὀψὲ σαββάτων, ὡς ὁ Ματθαῖος εἶπε, καὶ πρωΐας ἔτι σκοτίας οὔσης, ὡς ὁ Ἰωάννης γράφει, καὶ ὄρθρου βαθέος, ὡς ὁ Λουκᾶς, καὶ λίαν πρωῒ ἀνατείλαντος τοῦ ἡλίου, ὡς ὁ Μᾶρκος. Καὶ πότε μὲν ἀνέστη, σαφῶς οὐδεὶς ἀπεφήνατο, ὅτι δὲ ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ μιᾷ σαββάτων, μέχρις ἀνατολῆς ἡλίου τῆς μιᾶς σαββάτων, οἱ ἐπὶ τὸ μνημεῖον παραγενόμενοι οὐκέτι κείμενον αὐτὸν ἐν αὐτῷ κατέλαβον, τοῦτο ἀνωμολόγηται. Καὶ μηδὲ διαφωνεῖν, μηδὲ εναντιοῦσθαι τοὺς Εὐαγγελιστὰς πρὸς ἀλλήλους ὑπολάβωμεν, ἀλλ᾿ εἰ καὶ μικρολογία τις εἶναι δόξει περὶ τὸ ζητούμενον
, εἰ συμφωνοῦντες πάντες ἐν ἐκείνῃ τῇ νυκτὶ τὸ τοῦ κόσμου φῶς, τὸν Κύριον ἡμῶν, ἀνατεταλκέναι, περὶ τὴν ὥραν διαφέρονται. Ἀλλ᾿ ἡμεῖς εὐγνωμόνως τὰ λεχθέντα καὶ πιστῶς ἁρμόσαι προθυμηθῶμεν. Τὸ μὲν οὖν ὑπὸ τοῦ Ματθαίου λεχθὲν οὕτως ἔχει· Ὀψὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· Ἂγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸ λίθον, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Ἀποκριθεὶς δὲ ὁ Ἄγγελος, εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη, καθὼς εἶπε. Τοῦτο δὲ τὸ λεχθὲν ὀψέ, οἱ μέν τινες οἰήσονται, κατὰ τὴν κοινότητα τοῦ ῥήματος, τὴν ἑσπέραν δηλοῦν τοῦ σαββάτου, οἱ δὲ σοφώτερον ἐξακούοντες, οὐ τοῦτο, ἀλλὰ νύκτα βαθεῖαν ἐροῦσιν εἶναι, βραδύτητα καὶ μακρὸν χρόνον τοῦ, ὀψέ, δηλοῦντος· καὶ ὅτι νύκτα λέγει, καὶ οὐχ ἑσπέραν, ἐπήγαγε, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων. Καὶ ἦκον, οὔπω, ὡς οἱ λοιποί φασι, τὰ ἀρώματα φέρουσαι, ἀλλὰ θεωρῆσαι τὸν τάφον, καὶ εὗρον τὸν σεισμὸν γεγονότα καὶ καθήμενον τὸν Ἄγγελον ἐπὶ τοῦ λίθου, καὶ ἀκηκόασι παρ᾿ αὐτοῦ· Οὐκ ἔστιν ὧδε, ἠγέρθη. Ὁμοίως ὁ Ἰωάννης, ἐν μιᾷ τῶν σαββάτων, φησί, Μαρία ἡ Μαγδαληνὴ ἦλθε πρωί, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον καὶ τὸν λίθον ᾐρμένον ἐκ τοῦ μνημείου· πλὴν παρὰ τούτῳ σκοτίας ἔτι οὔσης προεληλύθει. Ὁ δὲ Λουκᾶς φησί· Τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, ἐπὶ τὸ μνῆμα ἦλθον, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. Ὁ βαθὺς ὄρθρος, ἴσως προϋποφαινομένην αὐγὴν ἑωθινὴν ἐμφανίζει τῆς μιᾶς τῶν σαββάτων, διὰ τὸ παρῳχηκέναι ἤδη τελείως σὺν τῇ μετ᾿ αὐτὸ νυκτὶ πᾶν τὸ σάββατον καὶ ἑτέραν ἄρχεσθαι ἡμέραν, ὅτε ἦλθον τὰ ἀρώματα καὶ τὰ μύρα φέρουσαι. Ὅθεν δῆλον, ὡς ἀνειστήκει πρὸ πολλοῦ. Τούτῳ κατακολουθεῖ καὶ ὁ Μάρκος, λέγων· Ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν· καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου· λίαν μὲν γὰρ πρωΐ, καὶ οὕτος εἶπεν, ὅπερ ταυτόν ἐστι τῷ βαθέος ὄρθρου, καὶ ἐπήγαγεν, ἀνατείλαντος τοῦ ἡλίου. Ἡ μὲν γὰρ ὁρμὴ καὶ ἡ ὁδὸς αὐτῶν, δῆλον ὡς ὄρθρου βαθέος καὶ λίαν πρωΐ κατήρχθη, παρέτειναν δὲ κατά τε τὴν πορείαν, καὶ περὶ τὸ μνημεῖον διατρίβουσαι μέχρις ἀνατολῆς ἡλίου· καὶ λέγει καὶ τότε ταύταις ὁ νεανίσκος ὁ λευχείμων· Ήγέρθη, οὐκ ἔστιν ὧδε. Τούτων οὕτως ἐχόντων, τοῦτο τοῖς ἀκριβολογουμένοις ἀποφαινόμεθα, κατὰ ποίαν ὥραν ἢ καὶ ποῖον ἡμιώριον ἢ ὥρας τέταρτον ἄρχεσθαι προσῆκε τῆς ἐπὶ τῇ τοῦ Κυρίου ἡμῶν ἐκ νεκρῶν Ἀναστάσει χαρᾶς. Τοὺς μὲν λίαν ἐπιταχύνοντας καὶ πρὸ νυκτὸς ἐγγὺς ἤδη μεσούσης ἀνιέντας, ως ὀλιγώρους καὶ ἀκρατεῖς μεμφόμεθα, ὡς παρ᾽ ὀλίγον προκαταλύοντας τὸν δρόμον, λέγοντος ἀνδρὸς σοφοῦ· Οὐ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν. Τοὺς δὲ ἐφυστερίζοντας καὶ διαρκοῦντας ἐπὶ πλεῖστον, καὶ μέχρι τετάρτης φυλακῆς ἐγκαρτεροῦντας, καθ᾿ ἣν καὶ τοῖς πλέουσιν ὁ Σωτὴρ ἡμῶν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἐπεφάνη, ὡς γενναίους καὶ φιλοπόνους ἀποδεχόμεθα. Τοῖς δὲ μεταξύ, ὡς ἐκινήθησαν ἢ ὡς ἠδυνήθησαν, ἀναπαυσαμένοις, μὴ πάνυ διοχλῶμεν, ἐπεὶ μηδὲ τὰς ἓξ τῶν νηστειῶν ἡμέρας ἴσως, μηδὲ ὁμοίως πάντες διαμένουσιν. Ἀλλ᾿ οἱ μὲν καὶ πάσας ὑπερτιθέασιν, ἄσιτοι διατελοῦντες, οἱ δὲ δύο, οἱ δὲ τρεῖς, οἰ δὲ τέσσαρας, οἱ δὲ οὐδεμίαν. Καὶ τοῖς μὲν πάνυ διαπονηθεῖσιν ἐν ταῖς ὑπερθέσεσιν, εἶτα ἀποκαμοῦσι καὶ μόνον οὐκ ἐκλείπουσι, συγγνώμη τῆς ταχυτέρας γεύσεως. Εἰ δέ τινες, οὐχ ὅπως οὐχ ὑπερτιθέμενοι, ἀλλὰ μηδὲ νηστεύσαντες, ἢ καὶ τρυφήσαντες τὰς προαγούσας τέσσαρας, εἶτα ἐλθόντες ἐπὶ τὰς τελευταίας δύο, καὶ μόνας αυτὰς ὑπερτιθέντες, τήν τε παρασκευὴν καὶ τὸ σάββατον, μέγα τι καὶ λαμπρὸν ποιεῖν νομίζουσιν, ἂν μέχρι τῆς ἕω διαμείνωσιν, οὐκ οἶμαι τὴν ἄθλησιν αὐτοὺς πεποιῆσθαι ἴσην τοῖς τὰς πλείονας ἡμέρας προησκηκόσι. Ταῦτα μέν, ὡς φρονῶ, συμβουλεύων περὶ τούτων ἔγραψα.
Κανὼν β´ τοῦ Διονυσίου Ἀλεξανδρείας. Περὶ τοῦ μὴ μεταλαμβάνειν τὰς ἐν ἀφέδρῳ γυναῖκας.
Περὶ δὲ τῶν ἐν ἀφέδρῳ γυναικῶν, εἰ προσῆκεν αὐτὰς οὔτω διακειμένας εἰς τὸν οἶκον εἰσιέναι τοῦ Θεοῦ, περιττὸν καὶ τὸ πυνθάνεσθαι νομίζω. Οὐδὲ γὰρ αὐτὰς οἶμαι πιστὰς οὔσας καὶ εὐλαβεῖς, τολμήσειν οὕτω διακειμένας ἢ τῇ τραπέζῃ τῇ ἁγίᾳ προσελθεῖν ἤ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ προσάψασθαι. Οὐδὲ γὰρ ἡ τὴν δωδεκαετῆ ῥύσιν ἔχουσα, πρὸς τὴν ἴασιν ἔθιγεν αὐτοί, ἀλλὰ μόνου τοῦ κρασπέδου. Προσεύχεσθαι μὲν γὰρ ὅπως ἂν ἔχῃ τις καὶ ὡς ἂν διάκηται μεμνῆσθαι τοῦ δεσπότου καὶ δεῖσθαι βοηθείας τυχεῖν, ἀνεπίφθονον, εἰς δὲ τὰ ἅγια καὶ τὰ ἅγια τῶν ἁγίων ὁ μὴ πάντῃ καθαρὸς καὶ ψυχῇ καὶ σώματι προσιέναι, κωλυθήσεται.
Κανὼν γ´ τοῦ Διονυσίου Ἀλεξανδρείας. Περὶ τοῦ ἐν καιρῷ προσευχῆς, καὶ νηστείας ἀπέχεσθαι ἀλλήλων τοὺς ὁμοζύγους.
Αὐτάρκεις δὲ καὶ οἱ γεγαμηκότες ἑαυτῶν ὀφείλουσιν εἶναι κριταί, ὅτι γὰρ ἀπέχεσθαι ἀλλήλων προσῆκον ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάσωσι τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ὦσιν, ἀκηκόατε Παύλου γράφοντος.
Κανὼν δ´ τοῦ Διονυσίου Ἀλεξανδρείας. Περὶ τῶν ὀνειρωξάντων ὅτι, εἰ εὐσυνείδητοι, μεταλαμβανέτωσαν.
Οἱ δὲ ἐν ἀπροαιρέτῳ νυκτερινῇ ῥύσει γενόμενοι, καὶ οὗτοι τῷ ἰδίῳ συνειδότι κατακολουθείτωσαν· καὶ ἑαυτοὺς, εἴτε διακρίνονται περὶ τούτου, εἴτε μή, σκοπείτωσαν. Ὡς γὰρ ἐπὶ τῶν βρωμάτων ὁ διακρινόμενος, φησίν, ἐὰν φάγῃ, κατακέκριται, οὕτω καὶ ἐν τούτοις εὐσυνείδητος ἔστω καὶ εὐπαρρησίαστος, κατὰ τὸ ἴδιον ἐνθύμιον, πᾶς ὁ προσιὼν τῷ Θεῷ· Ταῦτα, σὺ μὲν τιμῶν ἡμᾶς, οὐ γὰρ ἀγνοῶν ἀγαπητέ, τὰ πύσματα ἡμῖν προσήγαγες, ὁμόφρονας ἡμᾶς, ὥσπερ οὖν ἐσμέν, καὶ ὁμοψήφους σεαυτῷ παρασκευάζων. Ἐγὼ δέ, οὐχ ὡς διδάσκαλος, ἀλλ᾿ ὡς μετὰ πάσης ἁπλότητος προσῆκον ἡμᾶς ἀλλήλοις διαλέγεσθαι, εἰς κοινὸν τὴν διάνοιαν ἑμαυτοῦ ἐξέθηκα· ἣν ἐπικρίνας καὶ σύ, συνετώτατέ μου υἱέ, ὅ,τι ἄν σοι φανῇ δίκαιον καὶ βέλτιον, εἰ καὶ οὕτως ἔχειν δοκιμάζοις, περὶ αὐτῶν ἀντιγράψεις. Ἔρρωσθαί σε, ἀγαπητέ μου υἱέ, ἐν εἰρήνῃ λειτουργοῦντα τῷ Κυρίῳ εὔχομαι.
___________________________________________________________
ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ
Κανὼν α´ τοῦ Γρηγορίου Νεοκαισαρείας. Περὶ τῶν ἀναγκαστικῶς ἐσθιόντων εἰδωλόθυτα, καὶ περὶ τῆς βιαζομένης αἰχμαλώτου.
Οὐ τὰ βρώματα ἡμᾶς βαρεῖ, ἱερὲ πάπα, εἰ ἔφαγον οἱ αἰχμάλωτοι ταῦτα, ἅπερ παρετίθεσαν αὐτοῖς οἱ κρατοῦντες αὐτῶν· μάλιστα ἐπειδὴ εἷς λόγος παρὰ πάντων, τοὺς καταδραμόντας τὰ ἡμέτερα μέρη βαρβάρους, εἰδώλοις μὴ τεθυκέναι. Ὁ δὲ ἀπόστολός φησι· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Ἀλλὰ καὶ ὁ Σωτήρ, ὁ πάντα καθαρίζων τὰ βρώματα· Οὐ τὸ εἰσπορευόμενον κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον, λέγει, καὶ τὸ τὰς αἰχμαλώτους γυναῖκας διαφθαρῆναι, ἐξυβριζόντων τῶν βαρβάρων εἰς τὰ σώματα αὐτῶν. Ἀλλ᾿ εἰ μὲν καὶ πρότερον κατέγνωστό τινος ὁ βίος, πορευομένης ὀπίσω ὀφθαλμῶν τῶν ἐκπορνευόντων κατὰ τὸ γεγραμμένον, δῆλον ὅτι ἡ πορνικὴ ἕξις ὕποπτος καὶ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας, καὶ οὐ προχείρως δεῖ τὰς τοιαύτας κοινωνεῖν τῶν εὐχῶν. Εἰ μέν τοι τις ἐν ἄκρᾳ σωφροσύνῃ ζήσασα καὶ καθαρόν, καὶ ἔξω πάσης ὑπονοίας ἐπιδεδειγμένη βίον τὸν πρότερον, νῦν περιπέπτωκεν ἐκ βίας καὶ ἀνάγκης ὕβρει, ἔχομεν παράδειγμα τὸ ἐν τῷ Δευτερονομίῳ τὸ ἐπὶ τῇ νεάνιδι, ἣν ἐν τῷ πεδίῳ εὗρεν ἄνθρωπος καί, βιασάμενος αὐτήν, ἐκοιμήθη μετ᾿ αὐτῆς· Τῇ νεάνιδι, φησίν, οὐ ποιήσετε οὐδέν· οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου· ὅτι, ὡς εἴ τις ἀναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ θανατώσει αυτοῦ τὴν ψυχήν, οὕτω τὸ πρᾶγμα τοῦτο. Ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθῶν οὐκ ἦν αὐτῇ. Ταῦτα μέν τοι τοιαῦτα.
Κανὼν β´ τοῦ Γρηγορίου Νεοκαισαρείας. Περὶ τῶν καταπλεονεκτούντων τῶν ἀλλοτρίων καὶ μάλιστα ὧν οἱ ἐχθροὶ ἐφείσαντο.
Δεινὴ ἡ πλεονεξία καὶ οὐκ ἔστι δι᾿ ἐπιστολῆς μιᾶς παραθέσθαι τὰ θεῖα γράμματα, ἐν οἷς οὐ τὸ λῃστεύειν μόνον φευκτὸν καὶ φρικῶδες καταγγέλλεται, ἀλλὰ καθόλου τὸ πλεονεκτεῖν καὶ ἀλλοτρίων ἐφάπτεσθαι ἐπὶ αἰσχροκερδείᾳ, καὶ πᾶς τοιοῦτος ἐκκήρυκτος Ἐκκλησίας Θεοῦ. Τὸ δὲ ἐν καιρῷ τῆς καταδρομῆς, ἐν τοσαύτῃ οἰμωγῇ καὶ τοσούτοις θρήνοις, τολμῆσαί τινας τὸν καιρὸν τὸν πᾶσιν ὄλεθρον φέροντα νομίσαι ἑαυτοῖς καιρὸν εἶναι κέρδους, ἀνθρώπων ἐστὶν ἀσεβῶν καὶ θεοστυγῶν, οὐδὲ ὑπερβολὴν ἀτοπίας ἐχόντων. Ὅθεν ἔδοξε τοὺς τοιούτους πάντα ἐκκηρύξαι, μήποτε ἐφ᾿ ὅλον ἔλθῃ τὸν λαὸν ἡ ὀργὴ καὶ ἐπ᾿ αὐτοὺς πρῶτον τοὺς προεστῶτας, τοὺς μὴ ἐπιζητοῦντας. Φοβοῦμαι γάρ, ὡς ἡ Γραφὴ λέγει, μὴ συναπολέσῃ ἀσεβὴς τὸν δίκαιον· πορνεία γάρ, φησί, καὶ πλεονεξία, δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε, ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθοσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾿ αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν, τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται. Τοιαῦτα μὲν ὁ ἀπόστολος. Ἐὰν δὲ διὰ τὴν προτέραν πλεονεξίαν, τὴν ἐν τῇ εἰρήνῃ γενομένην, δίκην τιννύντες, ἐν αὐτῷ τῷ καιρῷ τῆς ὀργῆς πάλιν πρὸς τὴν πλεονεξίαν ἐκτραπῶσί τινες, κερδαίνοντες ἐξ αἵματος καὶ ὀλέθρου ἀνθρώπων ἀναστάτων γενομένων ἢ αἰχμαλώτων ἢ πεφονευμένων, τί ἕτερον χρὴ προσδοκᾶν ἤ ὡς ἐπαγωνιζομένους τῇ πλεονεξίᾳ, ἐπισωρεῦσαι ὀργήν καὶ ἑαυτοῖς καὶ παντὶ τῷ λαῷ;
Κανὼν γ´ τοῦ Γρηγορίου Νεοκαισαρείας. Ὅτι τὸ ἐκ τοιαύτης ἁρπαγῆς κέρδος, ὀλεθριώτερον τῆς πράξεως τοῦ Ἄχαρ.
Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος, καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραήλ ἐγενήθη ἡ ὀργή; καὶ εἷς μόνος οὗτος ἥμαρτε, μὴ μόνος ἀπέθανεν ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ; Ἡμῖν δὲ πᾶν τὸ μὴ ἡμέτερον, ἀλλὰ ἀλλότριον τῷ καιρῷ τούτῳ κέρδος, ἀνάθεμα νενομίσθαι προσήκει. Κἀκεῖνος μὲν γὰρ ὁ Ἄχαρ, ἐκ τῆς προνομῆς ἔλαβε· καὶ αὐτοὶ νῦν ἐκ προνομῆς. Κἀκεῖνος μὲν τὰ τῶν πολεμίων· οἱ δὲ νῦν τὰ τῶν ἀδελφῶν, κερδάναντες ὀλέθριον κέρδος.
Κανὼν δ´ τοῦ Γρηγορίου Νεοκαισαρείας. Ὅτι εἰ οὐκ ἔξεστι τῷ εὑρόντι ἀποκερδαίνειν τὰ παρ᾿ ἄλλου ἀπολεσθέντα, πολλῷ μᾶλλον τὰ τοῦ φεύγοντος τοὺς πολεμίους.
Μηδεὶς ἐξαπατάτω ἑαυτόν; μήτε ὡς εὑρών, οὔτε γὰρ εὑρόντι κερδαίνειν ἔξεστι. Φησὶ γὰρ τὸ Δευτερονόμιον· Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου καὶ τὸ πρόβατον πλανώμενα ἐν τῇ ὁδῷ ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου. Ἐὰν δὲ μὴ ἐγγίζῃ ο ἀδελφός σου πρὸς σέ, μηδὲ ἐπίστασαι αὐτόν, συνάξεις αυτὰ καὶ ἔσται μετὰ σοῦ, ἕως ἂν ἐκζητήσῃ αὐτὰ ὁ ἀδελφός σου καὶ ἀποδώσεις αὐτῷ. Καὶ οὕτω ποιήσεις τὸν ὄνον αὐτοῦ, καὶ οὕτω ποιήσεις τὸ ἱμάτιον αυτοῦ, καὶ οὕτω ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου, ὅσα ἂν ἀπόληται παρ᾿ αὐτοῦ, καὶ εὑρήσῃς αὐτὰ. Ταῦτα τὸ Δευτερονόμιον. Ἐν δὴ τῇ Ἐξόδῳ, οὐ μόνον ἐὰν τὰ τοῦ ἀδελφοῦ τις εὕρῃ, ἀλλὰ καὶ τοῦ ἐχθροῦ· Ἀποστροφῇ, φησὶν, ἀποστρέψεις αὐτὰ είς τὸν οἶκον τοῦ κυρίου αὐτῶν. Εἰ δὲ ἐν εἰρήνῃ ῥᾳθυμοῦντος καὶ τρυφῶντος καὶ τῶν ἰδίων ἀμελοῦντος ἀδελφοῦ ἢ ἐχθροῦ κερδάναι οὐκ ἔξεσται, πόσῳ μᾶλλον δυστυχοῦντος καὶ πολεμίους φεύγοντος καὶ κατὰ ἀνάγκην τὰ ἴδια ἐγκαταλείποντος;
Κανὼν ε´ τοῦ Γρηγορίου Νεοκαισαρείας. Περὶ τῶν ἁρπαζόντων τὰ τῶν ἄλλων, ἐπεὶ παρ᾿ ἄλλων τὰ ἑαυτῶν ἡρπάγησαν.
Ἄλλοι δὲ ἑαυτοὺς ἐξαπατῶσιν, ἀντὶ τῶν ἰδίων τῶν ἀπωλομένων, ἃ εὗρον ἀλλότρια κατέχοντες, ἵνα, ἐπειδὴ αὐτοὺς Βοράδοι καὶ Γότθοι τὰ τῶν πολεμίων εἰργάσαντο, αὐτοὶ ἄλλοις Βοράδοι καὶ Γότθοι γίνωνται. Ἀπεστείλαμεν οὖν τὸν ἀδελφὸν καὶ συγγέροντα Εὐφρόσυνον διὰ ταῦτα πρὸς ὑμᾶς, ἵνα κατὰ τὸν ἐνθάδε τύπον καὶ αὐτὸς δῴῃ ὁμοίως, καὶ ὧν δεῖ τὰς κατηγορίας προσίεσθαι, καὶ οὓς δεῖ ἐκκηρῦξαι τῶν εὐχῶν.
Κανὼν ς´ τοῦ Γρηγορίου Νεοκαισαρείας. Περὶ τῶν βίᾳ κατεχόντων τοὺς τὰς τῶν βαρβάρων χείρας διαφυγόντας.
Ἀπηγγέλθη δέ τι ἡμῖν καὶ ἄπιστον ἐν τῇ χώρᾳ ὑμῶν γενόμενον, πάντως που ὑπὸ ἀπίστων καὶ ἀσεβῶν καὶ μὴ εἰδότων μηδὲ ὄνομα Κυρίου· ὅτι ἄρα εἰς τοσοῦτόν τινες ὠμότητος καὶ ἀπανθρωπίας προεχώρησαν, ὥστε τινὰς τοὺς διαφυγόντας αἰχμαλώτους βία κατέχειν. Ἀποστείλατέ τινας εἰς τὴν χώραν, μὴ καὶ σκηπτοὶ πέσωσιν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.
Κανὼν ζ´ τοῦ Γρηγορίου Νεοκαισαρείας. Περὶ τῶν ἐγκαταλεχθέντων τοῖς βαρβάροις καὶ ἄτοπά τινα κατά τῶν ὁμοφύλων τολμησάντων.
Τοὺς μὲν οὖν ἐγκαταλεχθέντας τοῖς βαρβάροις καὶ μετ᾽ αὐτῶν ἐν τῇ αἰχμαλωσίᾳ ἐπελθόντας, ἐπιλαθομένους ὅτι ἦσαν Ποντικοὶ καὶ χριστιανοὶ, ἐκβαρβαρωθέντας δὲ ὡς καὶ φονεύειν τοὺς ὁμοφύλους ἢ ξύλῳ ἢ ἀγχόνῃ, ὑποδεικνῦναι δὲ ἢ ὁδοὺς ἢ οἰκίας ἀγνοοῦσι τοῖς βαρβάροις, καὶ τῆς ἀκροάσεως ἀπεῖρξαι δεῖ, μέχρις ἂν κοινῆ περὶ αὐτῶν τι δόξῃ συνελθοῦσι, τοῖς ἁγίοις, καὶ πρὸ αὐτῶν τῷ ἁγίῳ Πνεύματι.
Κανὼν η´ τοῦ Γρηγορίου Νεοκαισαρείας. Περὶ τῶν οἴκοις ἀλλοτρίοις ἐπελθεῖν τολμησάντων ἐν τῇ τῶν βαρβάρων ἐπιδρομῇ.
Τοὺς δὲ οἴκοις ἀλλοτρίοις ἐπελθεῖν τολμήσαντας, ἐὰν μὲν κατηγορηθέντες ἐλεγχθῶσι, μηδὲ τῆς ἀκροάσεως ἀξιώσῃς, ἐὰν δὲ ἐαυτοὺς ἐξείπωσι καὶ ἀποδῶσιν, ἐν τῇ τῶν ὑποστρεφόντων τάξει ὑποπίπτειν.
Κανὼν θ´ τοῦ Γρηγορίου Νεοκαισαρείας. Περὶ τῶν ἐν τῷ πεδίῳ, ἢ ἐν τοῖς ἰδίοις οἴκοις εὑρόντων τὰ ὑπὸ τῶν βαρβάρων ὑπολειφθέντα.
Τοὺς δὲ ἐν τῷ πεδίῳ εὑρόντας τι ἢ ἐν ταῖς ἑαυτῶν οἰκίαις, καταλειφθὲν ὑπὸ τῶν βαρβάρων, ἐὰν μὲν κατηγορηθέντες ἐλεγχθῶσιν, ὁμοίως ἐν τοῖς ὑποπίπτουσιν, ἐὰν δὲ ἑαυτοὺς ἐξείπωσι καὶ ἀποδῶσι, καὶ τῆς εὐχῆς ἀξιῶσαι.
Κανὼν ι´ τοῦ Γρηγορίου Νεοκαισαρείας. Περὶ τοῦ μὴ ἀπαιτεῖν εὕρητρα.
Τοὺς δὲ τὴν ἐντολὴν πληροῦντας, ἐκτὸς πάσης αἰσχροκερδείας πληροῦν δεῖ, μήτε μήνυτρα ἢ σῶστρα ἢ εὕρετρα ἢ ᾧ ὀνόματι ταῦτα καλοῦσιν ἀπαιτοῦντας.
Κανὼν ια´ τοῦ Γρηγορίου Νεοκαισαρείας. Περὶ τῶν τύπων τῆς μετανοίας.
Ἡ πρόσκλαυσις ἔξω τῆς πύλης τοῦ εὐκτηρίου ἐστίν, ἔνθα ἑστῶτα τὸν ἁμαρτόντα, χρἠ τῶν εἰσιόντων δεῖσθαι πιστῶν, ὑπὲρ αὐτοῦ εὔχεσθαι. Ἡ ἀκρόασις ἔνδοθι τῆς πύλης ἐν τῷ νάρθηκι, ἔνθα ἑστάναι χρὴ τὸν ἡμαρτηκότα ἕως τῶν κατηχουμένων, καὶ ἐντεῦθεν ἐξέρχεσθαι, ἀκούων γάρ, φησί, τῶν Γραφῶν καὶ τῆς διδασκαλίας, ἐκβαλλέσθω καὶ μὴ ἀξιούσθω προσευχῆς. Ἡ δὲ ὑπόπτωσις, ἵνα ἔσωθεν τῆς πύλης τοῦ ναοῦ ἱστάμενος, μετᾶ τῶν κατηχουμένων ἐξέρχηται· ἡ σύστασις ἵνα συνίσταται τοῖς πιστοῖς καὶ μὴ ἐξέρχηται μετὰ τῶν κατηχουμένων. Τελευταῖον, ἡ μέθεξις τῶν ἁγιασμάτων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου