Δευτέρα, 10 Ιουλίου 2017

ΣΥΜΕΩΝ, ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ Κανονικὲς Ἀποκρίσεις τοῦ Ἁγίου Συμεών Θεσσαλονίκης.


72. Ἐρώτηση: Τινὲς δ᾿ αἰσχροκέρδειαν ἴσως τοὺς προσιόντας πνευματικοὶ κανονίζουσιν ἐλεημοσύνας ποιεῖν, καὶ τὸ δόμα ζητοῦσι. Κωλύουσι δὲ τὸ εὐχέλαια καὶ λειτουργίας ποιεῖν διὰ ζημίαν τῶν ἱερέων, εἰ καὶ καλὸν εἶναι τούτοις δοκεῖ τὸ τοιοῦτον. Ποῖον δὲ ἐκ τούτων τὸ κρεῖσσον; Ἀπόκριση: Τὸ τοὺς πνευματικοὺς Πατέρας ἐκδιδάσκειν τοὺς δι᾿ ἐξαγόρευσιν πλημμελημάτων αὐτοῖς προσιόντας, ἐλεημοσύνας ποιεῖν καὶ αἰχμαλώτων ἐλευθερίας, εὐχέλαιά τε καὶ λειτουργίας καὶ λοιπὰ ὅμοια, ἀγαθὸν καὶ ὑπὸ τῶν Πατέρων τεταγμένον, καὶ λίαν ἐπωφελές· καὶ ὅσῳπερ διεγείρει τίς τινα πρὸς τὰ ὑπὲρ αὐτοῦ θεῖα ἔργα, εἴτε πρόθυμον εὐρὼν, εἴτε μὴ πρόθυμον διεγείρας πολλὴν αὐτῷ προξενεῖ τὴν ὠφέλειαν, καὶ κοινωνὸς ἔσται τῷ ἐνεργοῦντι τοῦ μισθοῦ. Καὶ χρὴ οὐ μόνον ἡμαρτηκότας πρὸς ἔλεον καὶ τὰ λοιπὰ διεγείρειν, ἀλλὰ καὶ τὸν μὴ πλημμελήσαντα ἀδελφόν, ὅπερ ἐστὶν ἀδύνατον μὴ ἁμαρτῆσαί τινα. Ὅμως εἰ καὶ δικαίως βιῶν ἐστί τις, καὶ τούτου δίκαιος ἔσται, ἐκ τοῦ τὰ ἔργα τῆς δικαιοσύνης ποιεῖν. Δικαιοσύνη δὲ ἀπονέμειν τῷ Θεῷ καὶ τῷ ἀδελφῷ καθὰ διδασκόμεθα τὰ τῆς ὀφειλῆς καὶ ἀγάπης. Ἀγάπη δὲ εἰς Θεὸν καὶ τὸ καθαρεύειν μὲν καὶ προσεύχεσθαι καὶ ἀνυμνεῖν αὐτὸν καὶ δοξολογεῖν, καὶ προστρέχειν αὐτοῦ τοῖς θείοις ναοῖς. Πρὸς τούτοις δὲ καὶ τὸ προσάγειν αὐτῷ ἐξ ὧν λαμβάνομεν παρ᾿ αὐτοῦ, εἰς δόξαν αὐτοῦ καὶ τιμὴν καὶ ἡμετέραν κάθαρσιν, καὶ τοῦ θείου ἁγιασμοῦ μετοχήν. Καὶ ἐν τοῖς ἀδελφοῖς δὲ οὐ μόνον διὰ τῆς ἀμνησικάκου γνώμης καὶ καλῆς διαθέσεως καὶ τρόπου εἰρηνικοῦ, καὶ συνεργίας τῆς διὰ λόγων καὶ ἐπαίνων καὶ ἐγκωμίων, ἀπονέμειν τὸ ὀφειλόμενον, ἀλλὰ καὶ δι᾿ ἔργων τοῦτο δεικνύναι, ἐν τῷ τρέφειν πεινῶντα, καὶ ποτίζειν διψῶντα, καὶ ξένον συνάγειν, καὶ γυμνὸν περιβάλλειν, καὶ ἀσθενῆ ἐπισκέπτεσθαι, καὶ τῶν ἐν φυλακῇ προνοεῖσθαι, ὡς ἐδίδαξεν ὁ Σωτήρ, δι᾿ ὧν καὶ εὐλογημένους καλεῖ τοὺς τὰ τοιαῦτα δρῶντας, καὶ τὴν βασιλείαν αὐτοῖς χαρίζεται. Ἀναγκαιότατον οὖν, ὡς εἴρηται, τὸ ἀγαθοεργεῖν ἐκδιδάσκειν, καὶ ἐλεημοσύνας καὶ θυσίας ἱερὰς ἐκτελεῖν τοὺς ἀδελφούς. Καὶ τοῖς ἐγκλήμασι μὲν ὑποκειμένοις ὡς κανόνα τοῦτο διδόναι χρὴ, τοὺς λοιποὺς δὲ τοῦτο παραινεῖν ποιεῖν καὶ μὴ ἐνεχομένους ἐγκλήμασι, διά τε τὴν πρὸς Θεὸν ὀφειλήν, καὶ τὸ μὴ ἀναμάρτητόν τινα εἶναι. Καὶ ὑπὲρ γονέων δὲ καὶ συγγενῶν καὶ λοιπῶν ἄλλων εὐσεβῶν ὀφείλειν προσφέρειν Θεῷ πάντας, καὶ ὑπὲρ τιμῆς καὶ μνήμης ἁγίων, ὡς ἂν μεσίτας ἐκεῖσε εὕροιμεν καὶ συγκοινωνοὺς τῆς δόξῃς Χριστοῦ. Καὶ ταῦτα μὲν διδάσκειν τοὺς προσιόντας θεοφιλῶς ἐνεργεῖν· οὐ μὴν δὲ τοὺς πνευματικοὺς Πατέρας ἐπὶ κέρδει τοῦτο ποιεῖν, τά τοῦ Θεοῦ νοσφιζομένους· ζημία γὰρ αὐτοῖς ἡ μεγίστη, καὶ λόγον ἀπαιτηθήσονται. Καὶ οἱ μὲν διδόντες ἐκεῖνο ποιοῦσι τὸ τῶν ῥιπτόντων τὰ ὑπάρχοντα παρὰ τοὺς πόδας τῶν ἀποστόλων οἱ δέ γε παρακρατοῦντες, ὅπερ σὺν τῇ Σαπφείρᾳ ὁ Ἀνανίας, καὶ χεῖρον· ἐπεὶ ἐκεῖνος ἐκ τῶν ἰδίων ἐνοσφίσατο. Οὗτος γὰρ ὁ Ἀνανίας ἐπαγγειλάμενος ἅπαν δοῦναι τὸ τοῦ κτήματος τίμημα, καὶ νοσφισάμενος ἐξ αὐτοῦ,
παρὰ τοὺς πόδας τοῦ θείου τέθνηκε Πέτρου συνάμα τῇ γυναικὶ, ἱερόσυλος ἐκφανθείς, οὗ τὸ κατάκριμα οἶμαι, ὡς καὶ προέφην, λαμβάνειν εἰς ἑαυτούς, τοὺς παρακρατοῦντας τά τοῦ Θεοῦ καὶ ἐξ αὐτῶν θησαυρίζοντας. Τὴν χρείαν δέ γε μόνην λαμβάνειν ὡς κοπιῶντά τινα, οὐκ ἀπόβλητον. Καὶ Παῦλος τοῦτό φησιν, ἀπὸ τοῦ κοπιῶντος γεωργοῦ καὶ τοῦ ποιμαίνοντος ποίμνην παριστῶν ἡμῖν, εἰ καὶ αὐτὸς ἀδάπανον ἐτίθη τὸ Εὐαγγέλιον, καὶ τοὺς μισθοὺς ἐλπίζων ἐξ οὐρανοῦ οὐκ ἐχρήσατο ταύτῃ τῇ ἐξουσίᾳ. Διὸ καὶ κοπιῶν ἦν καὶ ἐργαζόμενος ταῖς χερσί. «Καὶ ταῖς χρείαις μου», φησί, «καὶ τοῖς οὖσι μετ᾿ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες αὗται». Διὸ ὁ τῶν ψυχῶν οἰκονόμος ὀφείλει σχεδὸν μηδενὸς ἅπτεσθαι τῶν προσφερομένων, εἰ δυνατόν, ἵνα μὴ ἀνάγκην ἔχῃ ἀνασπᾶν ἀλλοτρίας ἀκάνθας· εἰ δέ γε χρεία τροφῆς ἢ ἐνδύματος, μὴ τὸ περιττόν, ἀλλὰ τὸ πρὸς χρείαν μόνον ποιείτω, καὶ τὰς εὐχὰς ἀποδιδότω, καὶ τὰς θυσίας ἐκτελείτω ὑπὲρ τοῦ προσενέγκαντος τῷ Θεῷ, μεμνημένος καὶ τῶν πενήτων, καὶ ὅτι οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ ἕτεροι τῆς χρείας ἀνάγκην ἔχουσιν. Εἰ δὲ καὶ ἰδιώτης ὁ τὰ τῶν μετανοούντων δεχόμενος, ἀσφαλιζέσθω πλέον ὅτι διὰ τῆς ἱερωσύνης τὰ τῆς σωτηρίας τοῖς ἀνθρώποις ἐνεργεῖται, καὶ διὰ τῆς Ἱερᾶς δὲ θυσίας καὶ εὐχελαίου καὶ τῶν λοιπῶν τελετῶν ἡ ἄφεσίς τε καὶ κάθαρσις δίδοται, καὶ ἡ μεταδόσις τοῦ ἁγιασμοῦ, καὶ μᾶλλον τῆς χρείας ἔχουσι κοινωνίας ἡ μετὰ Χριστοῦ ἕνωσις. Διὸ εἰ πάθει τις οἰκείω, ἢ ὡς διαφθονούμενος ἱερεῖ, ἢ ὡς παρακερδαίνειν αὐτὸς βουλόμενος, κωλύει μὲν ἱερεῦσι διδόναι, ἢ τὴν φρικτὴν θυσίαν ἢ τά τοῦ εὐχελαίου γενέσθαι ὑπὲρ τινος, προφασίζεται δὲ τὴν ἐλεημοσύνην, καὶ τοῦτο κρεῖσσον εἶναι πάντων φησί, καὶ ἀποστερεῖ τινα τῶν πιστῶν τῆς ἀπὸ τοῦ ἁγίου ἐλαίου καὶ τῶν εὐχῶν καθάρσεως, καὶ τοῦ θείου ἀπὸ τῆς κοινωνίας ἢ ἱερουργίας ἁγιασμοῦ, αὐτὸς τὸν περὶ τούτου λόγον μᾶλλον ἀπαιτηθήσεται. Πλὴν καὶ ἕκαστον τῶν ἁμαρτημάτων τὸ οἰκεῖον ἕξει καὶ ἀνάλογον ἐπιτίμιον, καὶ οὐ πάντα δι᾿ ἑνὸς ἔσονται συγχωρούμενα· ἀλλ᾿ εἰ μὲν φόνος εἴη τὸ ἔγκλημα, μετὰ τὸν κανόνα τῆς Ἐκκλησίας καὶ αἰχμαλώτου λύτρον ὑπὲρ τοῦ ἡμαρτηκότος καὶ τοῦ τεθνηκότος εἰ περιουσίαν ὁ φονεύσας ἔχει, γινέσθω ψυχὴ ἀντὶ τῆς ψυχῆς· εἰ δέ γε ἐμβρύου ἀποβολή, δι᾿ ἀναδοχῆς καὶ ἀνατροφῆς πτωχοῦ νηπίου ἡ ἰατρεία ἔστω. Εἰ δὲ πορνεῖα ἢ μοιχεία ἢ τις ἀκαθαρσία, δι᾿ ἀποχῆς πρῶτον μὲν τοῦ πταίσματος καὶ τῆς ἁμαρτίας, ἔπειτα δὲ διὰ τῆς κατὰ δύναμιν κακοπαθείας τῆς σαρκός· ὅτι καὶ τρυφῆς καὶ σαρκὸς ἡδονῆς τὸ ἁμάρτημα. Καὶ ὡς τῇ Εὔᾳ λῦπαι ἀντὶ τῆς ἡδονῆς, καὶ τῷ Ἀδὰμ ἱδρῶτες καὶ ἄκανθαι, ὁμοίως στένωσις σαρκὸς εἰς ταπείνωσιν αὐτῆς τε καὶ ἰατρείαν ἔσται τῷ διὰ φιληδονίας πεσόντι. Εἰ δ᾿ οὐ προαίρεσις οὐδὲ ἰσχύς, δι᾿ ἐλεημοσύνης ἰατρευθήτω ἤ ἐγκρατείας ἤ λυτρώσεως αἰχμαλώτου, εἰ εὐπορία τῷ ἡμαρτηκότι ἐστὶν εἰ δὲ ἀδικίας ἔργα συνέβη, διὰ τῆς ἀποδόσεως τοῦ ληφθέντος ἔσται τῆς ἁμαρτίας ἀπαλλαγὴ. Ἐλεημοσύνη δὲ κατὰ τὸν Ζακχαῖον κάθαρσις ἔστω τοῦ τῆς ἀδικίας καὶ ἁρπαγῆς ἐγκλήματος. Εἰ δὲ βλασφημία ἤ ἄρνησίς τινι γέγονε, διὰ προσευχῆς συνεχοῦς, ἵνα τὴν βλασφημίαν ἐξέλῃ, καὶ δακρύων, ἵν᾿ ἐκπλυνθῇ, καὶ ἐλεημοσύνης ἵν᾿ ἐλέους ἐπιτύχῃ ἀθετήσας τὸν ποιητήν, καὶ ἐγκρατείας διὰ τὰς κρεοφαγίας καὶ τὰς ἀκαθάρτους ἄλλας τροφάς. Ἐπιορκία δὲ εἰ συμβαίη, ἤ διαβολὴ τινος πρὸς ἕτερον, ἢ προδοσία πρὸς ἄρχοντα πταίσαντος ἢ μὴ πταίσαντος, διὰ τῶν ὁμοίων τῆς βλασφημίας διορθωθήσεται ὁ πεσών, καὶ τοῦ ἀπαλλάξαι τὸν ἄνθρωπον τοῦ κακοῦ. Ἐνέχεται γὰρ τοῦτο πρῶτον ποιήσαι, εἰ δύναται, ὡς καὶ τὴν ἀδικίαν πρῶτον ἀποδοῦναι ὁ ἀδικήσας ἢ κλέψας, εἴτε τι τινος εὑρηκώς, καὶ μᾶλλον εἰ καὶ ἐντολὴ γέγονε· καὶ οὐδὲν ἔσται τὸ λῦον, εἰ μὴ ἤ τῷ ἀδικηθέντι, ἢ τῷ ἀπολέσαντι ἀποδῷ, ἢ τοῖς τέκνοις αὐτοῦ, ἢ τοῖς πένησιν ἀδελφοῖς διακρίσει πνευματικοῦ Πατρός· καὶ ἐν τοῖς λοιποῖς πᾶσι ποιεῖν, ὡς καὶ κανόνες διακελεύονται. Διο χρὴ τὸν οἰκονομοῦντα ψυχὰς τούτους εἰδέναι, καὶ κατὰ τὸν ὅρον ποιεῖν, καὶ μήτε ἀφιέναι ἀκαίρως, συμπαθῶς δῆθεν, ὅτι ἀπόλλυσι, μηθ᾿ ὑπερβαίνειν ὡς δῆθεν ἐξακριβούμενον καὶ καθαρὸν ὄντα, ἵνα μὴ παραπέμψῃ τῇ ἀπογνώσει· ἐν ἀρίστῳ δὲ μέτρῳ πάντα ποιεῖν ἄριστον δὲ τὸ τῶν ἁγίων ὅτι καὶ δι᾿ αὐτῶν εἰς ἡμᾶς ἡ δωρεά· καὶ ἔσται ἐν ἡμῖν, εἰ τὰ ἐκείνων τηρεῖν σπουδάζομεν. Ἔσται δὲ κατ᾿ αὐτοὺς καὶ συγκαταβάσεως τρόπος τοῖς προθυμίαν ἐνδεικνυμένοις καὶ μετανοοῦσι θερμῶς καὶ τοῦ κακοῦ ἀφισταμένοις, οἳ καὶ τὸν κριτὴν ἰλεοῦνται, καὶ μεταδοῦναι τούτοις καὶ ἔνδον τοῦ ὡρισμένου τοῦ ἀγαθοῦ διὰ τὸ θερμὸν καὶ τὴν μετάνοιαν ἀγαθόν. Ἁπλῶς δὲ ἐν τοῖς τῶν ζώντων ἁμαρτήμασι πᾶσιν ἡ τῶν αἰχμαλώτων ἀνάῤῥυσις προτιμότερα τῶν ἄλλων ἔργων ὅτι πρῶτον παντὸς ἔργου τὸ ψυχὴν ἐξαγαγεῖν ἀπὸ ἀσεβείας τε καὶ δουλείας· ὃ ἐστὶν ἐκ θανάτου ἐξαγαγεῖν καὶ τοῦτο καλύπτει πλῆθος ἁμαρτιῶν, ὡς γέγραπται. Ἔπειτα ἐλεημοσύνη εἰ μὴ ἱκανὸς βίος εἴη τῷ ἁμαρτήσαντι· ἐν ταύτῃ δὲ ὀρφανοῦ πρόνοια ἀπορουμένου, τὲ καὶ πτωχοῦ, προτιμηθήσεται μᾶλλον· εἶτα ἀσθενούντων καὶ τῶν ἐν φυλακαῖς καὶ τῶν λοιπῶν ἐπιμέλεια. Τὰ τῶν λειτουργιῶν δὲ γινέσθω μετὰ τὸ στῆναι τὸν πταίσαντα τῆς ἁμαρτίας, καὶ μετανοεῑν γνησίως· εἰς κατάκριμα γὰρ ἔσται προσφερομένη μερὶς ὑπὲρ ἐνεργοῦντος τὴν ἁμαρτίαν· καὶ ὥσπερ ὁ κοινωνῶν ἀναξίως εἰς, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, φησὶν ὁ Παῦλος, οὕτω κατάκριμα ἔξει καὶ ὁ προσφέρων ἀναξίως, ἐν τῷ μὴ ἀφίστασθαι τῆς ἁμαρτίας, ἡ καὶ ἑορτὴν ποιεῖν τῷ Θεῷ ἢ τοῖς ἁγίοις αὐτοῦ. Τὸ δέ γε εὐχέλαιον ἀναγκαιότατον ὡς ἱερὰ τελετὴ καὶ τῶν ἑπτὰ μυστηρίων ὑπέρ τε ἀῤῥωστούντων, ὡς παρελάβομεν, καὶ ὑπὲρ πιστοῦ, παντὸς βουλομένου προσελθεῖν τοῖς φρικτοῖς μυστηρίοις, μᾶλλον δὲ καὶ ὑπὲρ παντὸς περιπεπτωκότος ἁμαρτήμασι, καὶ τὸν κανόνα τῆς μετανοίας τετελεκότος, καὶ πρὸς τὸ κοινωνῆσαι σπεύδοντος, ἔνδοσιν παρὰ τοῦ Πατρὸς εἰληφότος· ἀφίησι γὰρ ἡ τοῦ ἁγίου ἐλαίου ἱερὰ τελετή τε καὶ χρίσις τὰ ἁμαρτήματα, ὡς ὁ Ἀδελφόθεος γράφει· καὶ αἱ εὐχαὶ πρὸς τοῦτο συντελοῦσι τῶν ἱερέων. Τοῖς δὲ κεκοιμημένοις λυσιτελεστάτη πρὸ παντὸς ἡ ἱερουργία· τὰ δὲ λοιπὰ δεύτερα· ὅτι πέπαυται μὲν ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας ἀποθανών, κοινωνεῖ δὲ διὰ τῆς θυσίας Χριστῷ καὶ εὐφροσύνης θείας καὶ χάριτος ἐκπληροῦται, καὶ πάσης ἐκλυτροῦται ὀδύνης θείῳ ἐλέει. Πρὸ πάντων οὖν ὑπὲρ αὐτοῦ τὰ τῆς ἱερουργίας τελείσθω· ἔπειτα εἰ βίος ἐστὶν αὐτῷ, γινέσθω καὶ λύτρωσις αἰχμαλώτων, καὶ ἐλεημοσύναι τοῖς πένησι, καὶ οἰκοδομαὶ θείων οἴκων, καὶ λοιπὰ ἕτερα πρὸς σωτηρίαν αὐτοῦ συντείνοντα. 75. Ἐρώτηση: Ποία κρείττων ἐλεημοσύνη ἐστίν; Ἀπόκριση: Ὁ βουλόμενος ποιεῖν ἐλεημοσύνην, εἰ δύναται ὁ πάντων ὑπὲρ ἐλευθερίας, ὡς ἔφημεν, ποιείτω τῶν αἰχμαλώτων, καὶ μάλιστα νηπίων καὶ παίδων κινδυνευόντων κατὰ ψυχὴν· εἶτα ὑπέρ τε ἱερέων αἰχμαλώτων καὶ γηραιῶν καὶ λοιπῶν. Δεύτερον δὲ διδότω ἀσθενέσι λελωβημένοις τε καὶ λοιποῖς τοῖς καὶ πολλῆς βοηθείας δεομένοις. Σὺν αὐτοῖς δὲ καὶ τοῖς διὰ Θεὸν ἐναποκλείστοις τῶν μοναχῶν, ὡς οἱ Πατέρες φασίν, ἐπεὶ Θεοῦ δοῦλοι οὗτοι, καὶ ἔργον ἐνεργοῦσιν ἀγγέλων, καὶ διὰ Θεὸν εἰσιν ἐναπόκλειστοι, καὶ εἴ γε ζῶσι κατὰ Θεόν, ἐν αὐτοῖς πᾶσαι πληροῦνται αἱ ἐντολαί· ἔπειτα τοῖς ἐν φυλακῇ καὶ χήραις, καὶ λοιποῖς ἄλλοις, μὴ ἔθος ἔχουσι τῆς οἰκίας ἐξελθεῖν καὶ τελευταῖον τοῖς λοιποῖς ἅπασι πτωχοῖς. Καὶ ἡ τῶν ξένων δὲ θεραπεία καὶ μάλιστα ἐνδεῶν πολὺν παρέχεται τὸν μισθόν. Ὡς καὶ ὁ Σωτὴρ ἡμῶν ὁ καὶ κριτὴς καὶ Θεὸς ἐδίδαξεν. 76. Ἐρώτηση: Εἰ ἔχων τις νομίσματα δέκα, αἰχμάλωτος δ᾿ ἐστὶ καὶ πένητες δέκα, τίνι δώσει ἐκ τούτων; Ἀπόκριση: Εἰ δυναταί τις διὰ τῶν δέκα νομισμάτων αἰχμάλωτον ῥύσασθαι, κρεῖσσον δοῦναι ὑπὲρ αὐτοῦ ἥπερ εἰς δέκα ἢ καὶ πλείονας πτωχοὺς τοὺς διὰ τροφὴν αἰτοῦντας μόνον, εἴ γε ἐλπὶς ταύτην παρ᾿ ἄλλων εὑρεῖν. Εἰ δὲ λιμοῦ κίνδυνος καὶ θανάτου, καὶ τῷ αἰχμαλώτῳ καὶ τοῖς πτωχοῖς μεριστέον. Τὰ γὰρ τῆς βίας ἀναγκαιότερα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου