Δευτέρα, 10 Ιουλίου 2017

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΝΙΚΗΦΟΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ


Κανὼν α´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ ἀντιμινσίου ὅτι πλυνόμενον οὐ κοινοῦται.
Ἐὰν κατὰ ἄγνοιαν πλυθῇ ἀντιμίνσιον, οὐκ ἀποτίθεται τὸν ἁγιασμόν, οὐδὲ βέβηλον γίνεται.
Κανὼν β´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οἱ δίγαμοι οὐ στεφανοῦνται, καὶ τῆς μεταλήψεως ἀπείργονται.
Ὁ δίγαμος οὐ στεφανοῦται, ἀλλὰ καὶ ἐπιτιμᾶται μὴ μεταλαβεῖν τῶν ἀχράντων μυστηρίων ἔτη δύο· ὁ δὲ τρίγαμος, ἔτη πέντε.
Κανὼν γ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ καταμένοντος ἐν νάρθηκι τῆς ἐκκλησίας.
Ὁ ἐξ ἀνάγκης ἐπ᾿ ὀλίγον χρόνον ἐν τῷ νάρθηκι τῆς ἐκκλησίας καταμονὴν ποιησάμενος, οὐ κατακρίνεται. Ἐὰν δὲ χρονίσῃ, αὐτὸς μὲν μετ᾿ ἐπιτιμίων ἐκβληθήσεται, ὁ δὲ ναὸς ἀπολήψεται τὰ οἰκεῖα.
Κανὼν δ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τῆς γινομένης εὐποιΐας ὑπὲρ τῶν ἀδιαθέτως τελευτώντων.
Τῶν ἀδιαθέτως τελευτώντων, χρὴ δέχεσθαι τὰς ὑπὲρ αὐτῶν γινομένας εὐποιΐας, εἴγε καὶ ζῶντες πρόθεσιν εἶχον τοῦ οὕτω ταύτας τελεσθῆναι.
Κανὼν ε´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι ἰχθυοφαγοῦμεν, εἰ τύχοι ὁ Εὐαγγελισμὸς τῇ μεγάλῃ Παρασκευή.
Ἐὰν φθάσῃ ὁ Εὐαγγελισμὸς τῇ μεγάλῃ Πέμπτῃ ἢ τῇ μεγάλῃ Παρασκευῇ, οὐχ ἁμαρτάνομεν οἴνου τηνικαῦτα μεταλαμβάνοτες καὶ ἰχθύων.
Κανὼν ς´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ποῖος ἡγούμενος χειροτονεῖ ὑποδιάκονον;
Ὁ ἔχων εὐχὴν ἡγουμένου, πρεσβύτερος ὤν, χειροτονεῖ ἀναγνώστην καὶ ὑποδιάκονον ἐν τῇ ἰδίᾳ μονῇ.

Κανὼν ζ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ ἐν ἀσωτίᾳ ζήσαντος, ἔτι οὐ χειροτονεῖται.
Ἐάν τις ἐν ἀσωτείᾳ ἔζησε μέχρις ἐτῶν εἴκοσιν ἤ καὶ ἐπέκεινα, εἶτα φανῇ ποιῶν ἔργα ἀρετῆς, οὐ χρὴ αὐτὸν χειροτονεῖσθαι, τὸ γὰρ ἱερὸν ἀμόλυντον εἶναι δεῖ.
Κανὼν η´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οἱ ἀπὸ δυσφήμου γέννας παῖδες δύνανται χειροτονείσθαι.
Οἱ ἀπὸ παλλακίδος ἤ διγάμων ἢ τριγάμων τικτόμενοι παῖδες, ἐὰν ἄξιον ἱερωσύνης ἐπιδείξωνται βίον, χειροτονοῦνται.
Κανὼν θ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι τῷ τελευτῶντι καὶ μετὰ τὸ φαγεῖν κοινωνητέον.
Δεῖ μεταδιδόναι τῆς θείας κοινωνίας τῷ ἀσθενοῦντι, ἀποθανεῖν κινδυνεύοντι, καὶ μετὰ τὸ γεύσασθαι βρώσεως.
Κανὼν ι´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τῆς χάριν ἀσπασμοῦ γονυκλισίας.
Χρὴ χάριν ἀσπασμοῦ κλίνειν γόνυ ἐν Κυριακῇ καὶ ἐν ὅλῃ τῇ Πεντηκοστῇ, οὐ μὴν τὰς ἐξ ἔθους γονυκλισίας ποιεῖν.
Κανὼν ια´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τῆς ὑπὲρ τριῶν ἀνθρώπων προσκομιδῆς.
Οὐχ ἁμαρτάνει τις ὑπὲρ τριῶν ἀνθρώπων μίαν προσκομίζων προσφορὰν ἢ μίαν ἅπτων κανδήλαν.
Κανὼν ιβ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ μὴ σφραγίζειν τὸ ἐν τῇ προθέσει ποτήριον.
Ὅτι οὐ χρὴ σφραγῖδα ποιεῖν ἐν τῇ εὐχῇ τοῦ σκευοφυλακίου ἐπὶ τὸ ἅγιον ποτήριον.
Κανὼν ιγ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Πότε ἐφεῖται λειτουργεῖν χωρὶς θερμοῦ;
Ὅτι οὐ χρὴ ἄνευ θερμοῦ λειτουργῆσαι πρεσβύτερον, εἰ μὴ κατὰ πολλὴν περίστασιν, καὶ εἰ οὐδαμῶς εὑρίσκεται θερμόν.
Κανὼν ιδ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ ἀθετήσαντος μοναχοῦ τὸ σχῆμα, καὶ πάλιν ἐπιστρέψαντος.
Τὸν ἀθετήσαντα μοναχὸν τὸ σχῆμα καὶ πάλιν ἐπιστρέψαντα, δεῖ πάλιν ἐνδύειν αὐτόν, ἣν ἀπεδύσατο μοναχικὴν στολήν, χωρὶς τῶν τεταγμένων εὐχῶν.
Κανὼν ιε´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Πότε ἐκχωρεῖται ταῖς μοναζούσαις ἡ εἰς τὸ ἅγιον βῆμα εἴσοδος.
Δεῖ τὰς μοναζούσας εἰσιέναι εἰς τὸ ἅγιον θυσιαστήριον καὶ ἅπτειν κηρὸν καὶ κανδήλαν καὶ κοσμεῖν αὐτὸ καὶ σαροῦν.
Κανὼν ις´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ μοναχῶν γεωργικῶν ἐργαζομένων τῇ μεγὰλη μ´.
Οὐ χρὴ τοὺς μοναχοὺς τῇ μεγάλῃ Τεσσαρακοστῇ ἔργα γεωργικὰ μετιέναι καὶ προφάσει τούτων εἰς οἶνον καταλύειν καὶ ἔλαιον, ταῦτα γὰρ γαστριμαργίας εἰσὶν ἐπιτηδεύματα.
Κανὼν ιζ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Διὰ πόσας αἰτίας ὑποχωρεῖ ὁ μοναχὸς τῆς ἰδίας μονῆς;
Διὰ τρεῖς αἰτίας ἐφεῖται τῷ μοναχῷ τῆς ἰδίας ἀναχωρεῖν μονῆς· ἐὰν ᾖ ὁ ἡγούμενος αἱρετικός, ἐὰν εἴσοδος γυναικῶν εἰς τὴν μονὴν γίνεται, καὶ ἐὰν παιδία κοσμικὰ ἐν τῷ κοινοβίῳ μανθάνωσιν.
Κανὼν ιη´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι ἄτοπον τὰ ἐν τῇ μονῇ δημοσιεύεσθαι.
Ἄτοπον γὰρ τὰ ἐν τῇ μονῇ πραττόμενα δι᾿ αὐτῶν δημοσιεύεσθαι .
Κανὼν ιθ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τῶν ἐν ἐπιτιμίοις μοναχῶν, ὅπως χρὴ ἀναστρέφεσθαι ἐν τῇ μονῇ.
Τοὺς ὄντας ἐν ἐπιτιμίοις μοναχοὺς χρὴ συνεσθίειν τοῖς λοιποῖς καὶ συνεύχεσθαι, μετέχειν δὲ καὶ εὐλογίας, ἤτοι κατακλαστοῦ, ἅμα τῇ αὐτῶν ἐξομολογήσει.
Κανὼν κ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅπως χρῇ τοὺς μοναχοὺς διαιτᾶσθαι ἐν ταῖς τῶν ἁγίων Ἀποστόλων καὶ τῶν τοῦ Χριστοῦ γεννῶν νηστείαις κατὰ τὴν τετάρτην καὶ παρασκευήν.
Τῇ τῶν ἁγίων Ἀποστόλων νηστείᾳ καὶ τῇ τοῦ ἁγίου Φιλίππου χρὴ τοὺς ἐν τῇ μονῇ καθημένους μοναχούς, τετράδος καὶ παρασκευῆς, ἅπαξ πρὸς ἑσπέραν σιτεῖσθαι, τοὺς δὲ ἐργαζομένους, μετὰ τὴν ἕκτην γεύεσθαι ὥραν καὶ ἑσπέρας δειπνεῖν.
Κανὼν κα´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ φθαρείσης ὑπὸ βαρβάρων μοναστρίας.
Ἐὰν φθαρῇ μονάστρια ὑπὸ βαρβάρων ἢ ἀτάκτων ἀνδρῶν, καὶ ἦν ὁ προτοῦ βίος αὐτῆς ἄμεπτος, εἰς τεσσαράκοντα ἡμέρας ἐπιτιμᾶται. Εἰ δὲ ὁ πρῴην αὐτῆς βίος μεμολυσμένος ἦν, τὸ τῆς μοιχείας ἐπιτίμιον ἐκπληροῖ.
Κανὼν κβ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ πανουργίᾳ ἀποκαρέντος, καὶ ἀποστάντος, εἶτα μετανοήσαντος.
Ὁ τὸ μοναχικὸν ἐνδὺς σχῆμα φόβῳ στρατείας ἢ ἄλλῃ τινι πανουργίᾳ, ὡς δῆθεν τούτου καταγελῶν, καὶ τοῦτο μετὰ τὴν ἀνάγκην ἢ τὴν ὑπόκρισιν ἀποθέμενος, εἰς τεσσαρακοστὰς τρεῖς ἡμερῶν ἐπιτιμᾶται, καὶ οὕτω τῇ ἁγίᾳ πρόσεισι κοινωνίᾳ.
Κανὼν κγ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ μοναχοῦ νέου πρεσβυτέρου μεταδιδόντος μοναστριαις.
Μοναχοῦ πρεσβυτέρου νέου μοναστρίαις ὑπηρετοῦντος καὶ μεταδιδόντος εὐχαῖς, οὐ χρὴ κοινωνεῖν ἐξ αὐτοῦ.
Κανὼν κδ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ μὴ δεῖν τὸν ἡγούμενον ἀφαιρεῖν τὸ κουκούλιον τοῦ μαθητοῦ, καὶ ἀποπέμπειν αὐτόν.
Ὅτι οὐ χρὴ τὸν ἡγούμενον τὸ κουκούλιον τοῦ μαθητοῦ ἐκβάλλειν καὶ διώκειν αὐτόν.
Κανὼν κε´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ ἀθετήσαντος τὸ ἅγιον σχῆμα, καὶ μὴ μετανοούντος.
Τὸν ἀθετήσαντα τὸ ἅγιον σχῆμα καὶ μὴ διορθούμενον, οὐ χρὴ ὑπὸ στέγην ἄγειν ἢ χαίρειν λέγειν αὐτῷ.
Κανὼν κς´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ ἐπιζητοῦντος ἐν ἀσθενείᾳ τὸ βάπτισμα, ἡ τὸ ἅγιον σχῆμα, ὅτι δοτέον.
Ἐάν τις ἀσθενὴς ᾖ καὶ ἐπιζητῇ τὸ ἅγιον βάπτισμα ἢ τὸ ἅγιον σχῆμα, χρὴ διδόναι ἀνυπερθέτως καὶ μὴ κωλύειν τὴν χάριν.
Κανὼν κζ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οὐ λειτουργητέον τὸν ἱερομόναχον ἄνευ μανδύου.
Ὅτι οὐ χρὴ λειτουργῆσαι πρεσβύτερον μοναχὸν ἄνευ μανδύου.
Κανὼν κη´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τῶν ἄδηλα πταίσματα ἐξομολογουμένων, ὅπως δέον οἰκονομήσαι τούτους.
Τοὺς ἄδηλα πταίσματα ἐξομολογουμένους, τῆς μὲν κοινωνίας ἀπείργειν δεῖ τὸν δεχόμενον τὴν ἐκείνων ἐξομολόγησιν· εἰς δὲ τὴν ἐκκλησίαν αὐτοὺς εἰσέρχεσθαι μὴ κωλύειν, μηδὲ θριαμβεύειν τὰ κατ᾿ αὐτούς, ἀλλ᾿ ἐπιεικῶς τούτους νουθετεῖν, τῇ μετανοίᾳ προσανέχειν καὶ προσευχῇ καὶ οἰκονομεῖν τὰ προσήκοντα τούτοις ἐπιτίμια, κατὰ τὴν ἑκάστου προαίρεσιν.
Κανὼν κθ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τῆς μοιχῶν, κτηνοβατῶν καὶ ἀνδροφόνων οἰκονομίας παρὰ τῶν πνευματικῶν.
Μοιχοὶ καὶ κτηνοβάται καὶ ἀνδροφόνοι καὶ οἱ τοιοῦτοι, ἐὰν οἴκοθεν τὴν ἰδίαν ἐξομολογήσωνται ἀνομίαν, ἄδηλον τοῖς πολλοῖς ἔτι τυγχάνουσαν, τῆς κοινωνίας μὲν κωλύονται καὶ τὰ ἐπιτίμια δέχονται, εἰς τὴν ἐκκλησίαν δὲ εἰσερχόμενοι ἵστανται μέχρι τῆς τῶν κατηχουμένων εὐχῆς. Ἐὰν δὲ δῆλα τὰ τούτων ὦσι πταίσματα, τότε λοιπὸν κατὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν ἐκπληροῦσι τὰ ἐπιτίμια.
Κανὼν λ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ ἐξομολογήσεως κοσμικοῦ.
Ἐὰν ἐξομολογήσηται λαϊκὸς τὰ ἑαυτοῦ σφάλματα ἐκ προαιρέσεως, δύναται ποιῆσαι οἰκονομίαν ὁ δεχόμενος.
Κανὼν λα´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι κατ᾿ ἐπιτροπὴν ἐπισκόπου καὶ πρεσβύτερος ποιεῖ σταυροπήγιον.
Κατ᾿ ἐπιτροπὴν τοῦ ἐπισκόπου ποιεῖ σταυροπήγιον καὶ πρεσβύτερος.
Κανὼν λβ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοκογλυφούντων ποινῆς.
Ὅτι οὐ χρὴ μεταδιδόναι τοῖς λαμβάνουσιν τόκον, ἢ συνεσθείειν αὐτοῖς, ἐπιμένουσι τῇ παρανομίᾳ.
Κανὼν λγ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅπως διαιτᾶσθαι δεῖ τοὺς μοναχοὺς τῇ δ´ καὶ τῇ ς´ τῆς Τυροφάγου
Δεῖ νηστεύειν τοὺς μοναχοὺς τῇ τετράδι τῆς Τυροφάγου καὶ τῇ παρασκευῇ, καὶ μετὰ τὴν τῶν Προηγιασμένων ἀπόλυσιν ἐσθίειν τυρόν, ὅπῃ ἂν ἐπιχωριάζωσιν, εἰς ἀνατροπὴν τοῦ δόγματος τοῦ Ἰακώβου καὶ τῆς τῶν Τετραδιτῶν αἱρέσεως.
Κανὼν λδ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ παλλακὴν ἔχοντος, ὅτι ἀποβλητέος τῆς Ἐκκλησίας.
Εἴ τις παλλακὴν κεκτημένος, οὐ βούλεται ἤ καταλιπεῖν αὐτὴν ἢ εὐλογηθῆναι καὶ μετὰ ἱερολογίας ἔχειν, οὐ χρὴ δέχεσθαι τὰ παρ᾿ αὐτοῦ προσφερόμενα τῇ ἐκκλησίᾳ, ἧς τοὺς θείους θεσμοὺς διὰ τῶν ἔργων καταφρονῶν ἐνυβρίζει.
Κανὼν λε´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ μοναχοῦ ἀποθεμένου τὸ σχῆμα, κρεωφαγήσαντός τε, καὶ γήμαντος, ὅτι ἀναθεματίζεται.
Ἐὰν μοναχὸς τὸ ἅγιον ἀποθέμενος σχῆμα κρεωφαγήσῃ καὶ γυναῖκα λάβῃ, δεῖ, μὴ ἐπιστρέφοντα τοῦτον, ἀναθέματι καθυποβληθῆναι καὶ ἄκοντα τὰ μοναχικὰ ἐνδυθῆναι καὶ μοναστηρίῳ ἐγκατακλεισθῆναι.
Κανὼν λς´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οὐ δεῖ καὶ τὸν ἅπαξ πορνεύσαντα χειροτονηθῆναι.
Οὐ δεῖ τὸν ἅπαξ πορνεύσαντα χειροτονεῖσθαι, εἰ καὶ τοῦ πάθους ἀπέστη, φησὶ γὰρ ὁ μέγας Βασίλειος· Εἰ καὶ νεκροὺς ἀνιστᾷ ὁ τοιοῦτος, ἱερεὺς οὐ γενήσεται.
Κανὼν λζ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ ἀδελφοῦ τοῦ ὀνομαζομένου κατὰ τὸν Ἀπόστολον πόρνου.
Ὁ ἀπόστολος λέγων· Εἴ τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν, οὐχ ὃν ὁ δεῖνα καὶ ὁ δείνα πορνεύοντα λέγειν δοκεῖ, ἀλλὰ τὸν ὀνομαζόμενον, ἤτοι πᾶσι γινωσκόμενον. Τὰ γὰρ ἀναισχύντως πλημμελούμενα, πλείονα τὴν τιμωρίαν ἐφέλκεται.
Κανὼν λη´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ μὴ εἰσιέναι τὴν λεχὼ εἰς τὸν κοιτῶνα, ἐν ᾧ κεῖται τὸ βρέφος αὐτῆς βαπτισθέν.
Ἐὰν γυναικὸς γεννησάσης τὸ βρέφος κινδυνεύῃ ἀπὸ ἡμερῶν τριῶν ἢ πέντε, τὸ μὲν βρέφος βαπτιζέσθω, ἄλλην δὲ γυναῖκα βεβαπτισμένην καὶ καθαρὰν δέον θηλάζειν αὐτό, τὴν δὲ τούτου μητέρα, ἐν ᾧ τὸ βρέφος κεῖται κοιτῶνι, μὴ εἰσιέναι, μήτε ἅπτεσθαι ὅλως αὐτοῦ, ἕως ἡμέρας τεσσαράκοντα, ἐφ᾿ ᾧ εἰς τέλος καθαρθῆναι καὶ λαβεῖν παρὰ τοῦ ἱερέως εὐχήν.
Ὁ ἐκ τῶν ἑπτὰ α´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ μὴ ὁδοιπορεῖν ἄνευ ἀνάγκης ἐν Κυριακῇ.
Ὅτι οὐ δεῖ ὁδοιπορεῖν ἄνευ ἀνάγκης ἢ βίας ἐν Κυριακῇ.
Ὁ ἐκ τῶν ἑπτὰ β´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Τίνα βιβλία οὐ δεκτέα;
Τὴν Ἀποκάλυψιν τοῦ Παύλου καὶ τὰ λεγόμενα Βροντολόγια καὶ Σεληνοδρόμια ἢ Καλανδολόγια οὐ χρὴ δέχεσθαι, βέβηλα γὰρ πάντα.
Ὁ ἐκ τῶν ἑπτὰ γ´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὡσαύτως περὶ μὴ δεκτῶν βιβλίων.
Τὴν Ἀποκάλυψιν Ἔσδρα καὶ Ζωσιμᾶ καὶ τὰ δύο Μαρτύρια τοῦ ἁγίου Γεωργίου καὶ τῶν ἁγίων μαρτύρων Κηρύκου καὶ Ἰουλίττης καὶ τὴν βίβλον Μάρκου καὶ Διαδόχου οὐ χρὴ δέχεσθαι, ἀπόβλητα γὰρ καὶ οὐ δεκτά.
Ὁ ἐκ τῶν ἑπτὰ δ´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι τὴν Διακαινήσιμον ἐ6δομάδα οὐ δεῖ ἐργάζεσθαι, οὐδὲ τὰς πέμπτας φυλάττειν.
Ὅτι οὐ δεῖ ἐργάζεσθαι τὴν ἑβδομάδα τῆς Διακαινησίμου, οὐδὲ τῷ σαββάτῳ τῆς ἀπολυσίμου ψάλλειν τὸν ἄμωμον, οὐδὲ τὰς πέμπτας φυλάττειν.
Ὁ ἐκ τῶν ἑπτὰ ε´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ἐπιτίμιον τοῦ πατροκτόνου, καὶ τοῦ φονέως.
Ὁ χειρισάμενος τὸν ἑαυτοῦ πατέρα καὶ ἀποκτείνας ἑκουσίως, τὰ τοῦ φόνου ἐπιτίμια τελέσει ἔτη τριάκοντα πέντε.
Ὁ ἐκ τῶν ἑπτὰ ς´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι καὶ μοναχὸς βαπτιζει ἐν ἀνάγκῃ.
Κατὰ περίστασιν καὶ μοναχὸς λιτὸς βαπτίζει, ὡσαύτως καὶ διάκονος κατὰ περίστασιν βαπτίζει.
Ὁ ἐκ τῶν ἑπτὰ ζ´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι καὶ ἄνευ ἱερέως βαπτίζονται τὰ νήπια ἐν ἀνάγκῃ, μόνον διὰ χριστιανοῦ.
Χρὴ τὰ ἀβάπτιστα νήπια, ἐὰν εὑρεθῇ τις εἰς τόπον μὴ ὄντος ἱερέως, βαπτισθῆναι. Εἰ βαπτίσει δὲ καὶ ὁ ἴδιος πατὴρ ἤ οἱοσδήποτε ἄνθρωπος, μόνον ἵνα ἐστὶ χριστιανός, οὐκ ἔστιν ἁμαρτία.
Ὁ ἐκ τῶν ἑννέα α´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Πῶς κατ᾿ ἀνάγκην εἰσερχόμεθα καὶ ψάλλομεν καὶ ἐν ταῖς τῶν αἱρετικῶν ἐκκλησίαις.
Τὰς Ἐκκλησίας, τὰς ὑπὸ τῶν αἱρετικῶν ἐνθρονισθείσας, παρακελευόμεθα ὡς εἰς κοινὸν οἶκον κατ᾿ ἀνάγκην εἰσιέναι καὶ ψάλλειν, πήξαντες ἐν μέσῳ σταυρόν, ἐν δὲ τῷ θυσιαστηρίῳ μήτε εἰσέρχεσθαι, μήτε θυμιᾶν, μήτε εὐχὴν ἐπιτελεῖν, μήτε κανδήλαν ἤ λύχνον ἅπτειν.
Ὁ ἐκ τῶν ἑννέα ς´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Πῶς γίνεται δεκτὸς ὁ τὸ σχῆμα ἀθετήσας καὶ πάλιν ἐπιστρέφων μοναχός.
Ὅτι δεῖ τὸν ἀθετοῦντα μοναχὸν τὸ ἅγιον σχῆμα καὶ πάλιν ἐπιστρέφοντα κατηχεῖσθαι ὑπὸ τῶν ἀδελφῶν τὰ δέοντα, ἀλλ᾽ οὐχὶ ἐκ τῶν κατηχήσεων. Ἀλλ᾿ ἕκαστος ἐξ ὧν ἐπιχορηγεῖται ὑπὸ τοῦ Κυρίου λόγων, καὶ ψάλλειν τὸν κατανυκτικὸν κανόνα τοῦ πλαγίου ἤχου, καὶ τιθέναι τὰ ἰμάτια αὐτοῦ ἐν τῷ θυσιαστηρίῳ ὑποκάτω τῆς ἀγίας τραπέζης ὡς ἐπὶ τοῦ σχήματος, καὶ ἀπὸ τοῦ Εὐαγγελίου τῆς λειτουργίας κουρεύειν αὐτὸν τὸν ἡγούμενον καὶ ἐνδύειν τὸ σχῆμα μηδὲν ἐκφωνοῦντα.
Ὁ ἐκ τῶν ἑννέα θ´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οὐ χρῇ κοινωνεῖν ἐκ χειρῶν τοῦ μὴ νηστεύοντος ἱερέως.
Τὸν μὴ νηστεύοντα τετράδα καὶ παρασκευὴν ἱερέα οὐ χρὴ κοινωνεῖν ἐξ αὐτοῦ, κἂν δοκῇ ὀρθόδοξος εἶναι, τὸ γὰρ ἐκ μέρους εὐσεβεῖν καὶ ἐκ μέρους κοινοῦσθαι βέβηλον.
Ὁ ἐκ τῶν ἑννέα ις´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οἱ ἐργαζόμενοι μοναχοὶ ἐσθίουσι δὶς τῇ Μ´.
Ὅτι δεῖ τοὺς ἐργαζομένους μοναχοὺς τῇ ἁγίᾳ Τεσσαρακοστῇ, τὴν ἐνάτην ὥραν γεύσασθαι ἄρτου βραχέος καὶ τῇ ἑσπέρᾳ δειπνεῖν.
Ὁ ἐκ τῶν ἑννέα ιζ´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι τοῖς μοναχοῖς οὐ καταλυτέον εἰς οἶνον καὶ ἔλαιον τῇ Μ´.
Ὅτι οὐ χρὴ ἐν τῇ ἁγίᾳ Τεσσαρακοστῇ τοὺς μοναχοὺς ἐργασίαν ποιεῖν καὶ προφάσει τοῦ ἔργου καταλύειν εἰς οἶνον καὶ ἔλαιον, ταῦτα γὰρ γαστριμαργίας ἐπιτηδεύματα.
Ὁ ἐκ τῶν ἑννέα ιθ´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Διὰ τίνας λόγους ἐπιτρέπεται τῷ μοναχῷ τῆς οἰκείας μονῆς ἀπέρχεσθαι;
Πόσαι κεφάλαια ἐκβάλλουσι τὸν μοναχὸν ἀπὸ τῆς μονῆς; Πρῶτον μέν, εἰ ἔστιν ὁ ἡγούμενος αἱρετικός· δεύτερον, εἰ ἔστιν εἴσοδος γυναικῶν ἐν τῇ μονῇ· τὸ δὲ τρίτον, ἐὰν παιδία μανθάνωσι κοσμικὰ ἐν τῷ κοινοβίῳ. Ἄτοπον γὰρ τοῦτο, τὸ δημοσιεύεσθαι τὰ ἐν τῇ μονῇ καλῶς πραττόμενα, ὥς φησι τὸ Εὐαγγέλιον· Μὴ σαλπίσητε ἔμπροσθεν ὑμῶν, ὅταν εὖ ποιῆτε.
Ὁ ἐκ τῶν ἑννέα κθ´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Πῶς νηστεύομεν κατὰ τὴν νήστιμον τῶν ἁγίων Ἀποστόλων καὶ τοῦ ἁγίου Φιλίππους;
Τὴν τεσσαρακοστὴν τῶν ἁγίων Ἀποστόλων, ἤτοι τὴν νήστιμον αὐτῶν, χρὴ νηστεύειν τετράδι καὶ παρασκευῇ τοὺς ἐργαζομένους ἕως ὥρας ἕκτης, καὶ οὕτω γεύεσθαι καὶ τὴν ἐνάτην ὥραν ἀριστᾶν. Ὡσαύτως δὲ καὶ τοῦ ἁγίου Φιλίππου, ὥραν ἕκτην γεύεσθαι καὶ ἑσπέρας δειπνεῖν, τοὺς δὲ ἐν τῇ μονῇ, ἅπαξ ἕως ἑσπέρας.
Ὁ ἐκ τῶν ἑννέα νς´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι καὶ μοναχὸς εὐλογεῖ τὴν τράπεζαν.
Ἐὰν πρεσβύτερός ἐστιν ἢ διάκονος ἢ ἀναγνώστης καθῃρημένος καὶ εὑρεθῇ μοναχός, εὐλογεῖ τὴν τράπεζαν.
Ὁ ἐκ τῶν ἑννέα ξς´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οὐ χρῇ συνεσθίειν μετὰ τοῦ ἀθετήσαντος τὸ σχῆμα, οὔτε χαίρειν αὐτῷ λέγειν.
Ἐάν τις ἀθετήσῃ τὸ ἅγιον σχῆμα καὶ οὐ διορθοῦται, τὴν δὲ ὀρθοδοξίαν κρατῇ, οὐ χρὴ τὸν τοιοῦτον ὑπὸ στέγην ἄγειν, οὔτε συνεσθίειν ἢ χαίρειν λέγειν.
Ἐπιστολὴ κανονική τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως.
Ὅσην ἔχει ἐπιποθίαν ἡ τιμιότης σου ἰδεῖν τὴν ταπείνωσιν ἡμῶν, τοσαύτην οἰέσθω καὶ τὴν ἡμετέραν εἶναι πρὸς τὴν κατ᾿ ὀφθαλμοὺς ὁμιλίαν. Ἀλλ᾿ ἐπειδὴ γέγραπται· Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, αλλὰ τοῦ ἐλεοῦντος Θεοῦ, αὐτῷ ἀναθετέον τὸν πόθον καὶ ἐπιρριπτέον τὴν μέριμναν, καὶ αὐτὸς ποιήσει, ὁπηνίκα καὶ βούλεται, θέλημα τῶν φοβουμένων αὐτόν. Τὸ δὲ νῦν ἔχον, ἀναγκαῖον περὶ τῶν προταθέντων κεφαλαίων ὑπὸ τῶν πνευματικῶν ἡμῶν ἀδελφῶν, Ἱλαρίωνος καὶ Εὐστρατίου, μεσολαβούσης τῆς σῆς εὐλαβείας, ἀποκριθῆναι τὰ εἰκότα. Ὡς ἂν δὲ εὐσύνοπτα γένηται τὰ λεγόμενα, ἑκάστου προταθέντος κεφαλαίου, κατὰ συνέχειαν καὶ ἡ ἀπόκρισις εἴη.
Ἐρώτησις α´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Εἰ προσδεκτέοι οἱ χειροτονηθέντες ἐν Ῥώμῃ, Νεαπόλει καὶ Λογγοβαρδία.
Ἐρώτησις. Περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ἐν Ῥώμῃ, ἐν Νεαπόλει καὶ Λογγοβαρδίᾳ ἀκηρύκτων καὶ ἀπολελυμένων, εἰ χρὴ τούτους δέχεσθαι καὶ κοινωνεῖν αὐτοῖς καὶ συνεσθίειν καὶ συμψάλλειν. Ἀπόκρισις. Ἐν καιρῷ αἱρέσεως, οὐ κατὰ τὰ ἐν εἰρήνῃ τυπωθέντα πάντως ἀπαραλείπτως γίνεται, διὰ τὴν ἀναγκάζουσαν χρείαν, ὅπερ φαίνεται πεποιηκὼς ὅτε μακαριώτατος Ἀθανάσιος καὶ ὁ ἁγιώτατος Εὐσέβιος, ὑπερορίους χειροτονίας ἀμφότεροι ποιησάμενοι. Καὶ νῦν δὲ τὸ αὐτὸ ὁρᾶται πραττόμενον ἐν τῇ παρούσῃ αἱρέσει, ὥστε οἱ ἀποδηλωθέντες, εἰ οὐ προδήλως εἰσὶ κατεγνωσμένοι, οὐδαμῶς ἐκ τοῦ οὕτω χειροτονηθῆναι ἀποτρόπαιοι, ἀλλὰ προσδεκτέοι κατὰ τὰς τέσσαρας προτάσεις.
Ἐρώτησις β´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Περὶ τῶν ἐν Σικελίᾳ χειροτονηθέντων.
Ἐρώτησις. Περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ὑπερόριᾳ ἐν Σικελίᾳ, εἰ χρὴ τούτους δέχεσθαι. Ἀπόκρισις. Τοῦτο τὸ ἐρώτημα, ὅμοιον τοῦ προτεθέντος, εἰ καὶ καθ᾿ ὕφεσιν τόπου. Ὁμοίως οὖν δηλονότι ἕξει καὶ τὴν ἀπόκρισιν.
Ἐρώτησις γ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ὅτι οὐ χρῇ εἰσιέναι χάριν εὐχῆς εἰς τὰς ὑπὸ αἱρετικῶν ἱερέων κοινωθείσας καὶ κατεχομένας ἐκκλησίας.
Ἐρώτησις. Περὶ τῶν κοινωθεισῶν ἐκκλησιῶν ἐκ τῶν ἱερέων, κοινωνησάντων τῇ αἱρέσει, καὶ κατεχομένων ὑπ᾿ αὐτῶν, εἰ χρὴ εἰσιέναι εἰς αὐτὰς χάριν εὐχῆς καὶ ψαλμῳδίας. Ἀπόκρισις. Οὐ χρὴ τὸ καθόλου εἰς τοιαύτας ἐκκλησίας εἰσιέναι, κατὰ τοὺς εἰρημένους τρόπους, ἐπειδὴ γέγραπται· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ἅμα γὰρ τῷ εἰσαχθῆναι τὴν αἵρεσιν, ἀπέστη ὁ ἔφορος τῶν ἐκεῖσε ἄγγελος, κατὰ τὴν φωνὴν τοῦ μεγάλου Βασιλείου, καὶ κοινὸς οἶκος ὁ τοιοῦτος χρηματίζει ναός, καί· Οὐ μὴ εἰσέλθω, φησίν, εἰς ἐκκλησίαν πονηρευομένων, καὶ ὁ ἀπόστολος· Τίς συγκατάθεσις ναοῦ Θεοῦ μετὰ εἰδώλων;
Ἐρώτησις δ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ὅτι ἐφεῖται καὶ τοῦτο, καὶ τὸ λειτουργεῖν ἐν αὐταῖς, προηγουμένης τῆς τῶν ἀνοιξίων τελετῆς.
Ἐρώτησις. Περὶ τῶν κοινωθεισῶν Ἐκκλησιῶν ὑπὸ τῶν αὐτῶν ἱερέων καὶ (μὴ) κατεχομένων ὑπ᾿ αὐτῶν, εἰ χρὴ ἐν αὐταῖς ψάλλειν καὶ εὔχεσθαι. Ἀπόκρισις, Χρὴ μὲν οὖν εἰσιέναι ἐν ταῖς τοιαύταις ἐκκλησίαις εἰς τὸ ψάλλειν καὶ εὔχεσθαι, ἀλλ᾿ εἰπερ ἀσφαλῶς μὴ καταχραίνοιντο ὑπὸ τῶν (αὐτῶν), ἀλλὰ κατέχονται ὑπὸ τῶν ὀρθοδόξων ἐς τόδε. Τετύπωται δὲ ἐνταῦθα, ὑπὸ σεσωσμένου ἐπισκόπου ἤ ἱερέως, τὰ ἀνοίξια τῆς ἐκκλησίας γίνεσθαι, ὑποφαινομένης εὐχῆς, ὥστε, εἰ τοῦτο γένοιτο, καὶ τὸ λειτουργεῖν ἐκεῖσε οὐκ ἀπᾷδον. Παράδειγμα τὸ τὸν ἅγιον Ἀθανάσιον, ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως παρακαλούμενον, μίαν ταύτην χάριν παρασχέσθαι, ἐν Ἀλεξανδρείᾳ ἕνα ναὸν παραδοῦναι τοῖς Ἀρειανοῖς εἰς τὸ συνάγεσθαι, κατανεῦσαι, ἄνπερ ἐν Κωνσταντινουπόλει λήψοιτο καὶ αὐτὸς τὴν αὐτὴν χάριν, τοῦ συνάγεσθαι τοὺς ὀρθοδόξους ἐν ἑνὶ ναῷ, προκατεχομένῳ ὑπὸ τῶν Ἀρειανῶν.
Ἐρώτησις ε´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ὅτι οὐ χρὴ εἰσιέναι εἰς κοιμητήρια ἁγίων, κατεχόμενα ὑπὸ μιανθέντων ἱερέων, εἰ μὴ τοι πρὸς τὸ ἀσπάσασθαι τὸ ἅγιον λείψανον.
Ἐρώτησις. Περὶ τῶν ἐν σώματι ἁγίων, εἰ χρὴ εἰσιέναι εἰς κοιμητήρια αὐτῶν καὶ εὔχεσθαι καὶ προσκυνεῖν αὐτοῖς, κατεχομένοις ὑπὸ τῶν μιανθέντων ἱερέων. Ἀπόκρισις. Οὐ παραχωρεῖ ὁ κανών, κατὰ τὰ προδηλωθέντα, εἰσιέναι εἰς τὰ κοιμητήρια αὐτῶν, γέγραπται [γάρ·] Ἱνατί ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Εἰ μή τι ἂν ἐξ ἀνάγκης, κατὰ μόνον τὸ ἀσπάσασθαι τὸ τοῦ ἁγίου λείψανον, ἡ εἴσοδος γένοιτο.
Ἐρώτησις ς´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Πῶς δεκτέον τοὺς ἐκ τῶν κοινωθέντων ἱερέων λαβόντας τὸ σχῆμα;
Ἐρώτησις. Περὶ τῶν λαβόντων τὸ μοναχικὸν σχῆμα ἐκ τῶν κοινωθέντων ἱερέων, πῶς τούτους δέχεσθαι δεῖ; Ἀπόκρισις, Ὁμολογοῦντας ἡμαρτηκέναι καὶ ἐπιτιμηθέντας χρόνῳ τινί, εἶθ᾿ οὕτω δεχομένους παρὰ σεσωσμένου πρεσβυτέρου, προσδεκτέον.
Ἐρώτησις ζ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Περὶ μοναχῶν ἤ κληρικῶν προστεθέντων τῇ αἱρέσει.
Ἐρώτησις. Περὶ τῶν ὑπογραψάντων μοναχῶν καὶ κληρικῶν ἐν τῇ αἱρέσει, πῶς χρὴ τούτους δέχεσθαι, χωρίς ἐπιτιμίου ἤ μετὰ ἐπιτιμίου, ἐὰν ὁμολογήσωσι μηκέτι ἐνεργεῖν ἐν τῇ ἱερατείᾳ; Καὶ εἰ ἔξεστιν ἡμῖν διδόναι ἐπιτίμιον τοῖς τοιούτοις. Ἀπόκρισις. Δηλονότι μετὰ τῶν προσηκόντων ἐπιτιμίων. Οὕτω γὰρ τοὺς καρποὺς τῆς μετανοίας ἐπιδεικνύμενοι, εἶεν ἂν ἄξιοι συναφθῆναι τῷ ὀρθοδόξῳ σώματι· διδόναι δὲ ὑμᾶς ἐπιτίμιον τοῖς τοιαύτοις, οὐκ ἀποκριτέον, γέγραπται γάρ· Ἀλλήλων τὰ βάρη βαστάζετε.
Ἐρώτησις η´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ὅτι οὐ δεῖ συνεσθίειν ἤ συμψάλλειν μετὰ τοῦ ἀτάκτως περιπατοῦντος μοναχοῦ.
Ἐρώτησις. Περὶ τῶν μοναχῶν τῶν ἀδιαφόρως παραβαλλόντων τοῖς τυχοῦσι καὶ συνευχομένοις καὶ συνεσθίουσιν αὐτοῖς, εἰ χρὴ δέχεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν καὶ ψαλμῳδίαν. Ἀπόκρισις. Τοῦ ἀποστόλου λέγοντος· Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβε παρ᾿ ἡμῶν· καὶ πῶς οὐχὶ καὶ ἀφ᾿ ἑαυτῶν τὸ καλὸν κρίνετε; Εἰ μὲν οὖν ἀπόσχοιντο τῆς ἐφαμάρτου συνηθείας, καταδεχόμενοι καὶ ἐπιτιμίαν τὴν προσήκουσαν, δεκτέοι· ἐπιτηρητέον δέ, τίνες εἰσὶν οὕς φατε τυχόντας, ἆρα αἱρετικοὶ ἤ προδήλως κατεγνωσμένοι ἐπὶ τῷ βίῳ. Περὶ τούτων φησὶν ὁ ἀπόστολος· Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης καὶ τὰ ἑξῆς, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
Ἐρώτησις θ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Πῶς δεκτέον τοὺς μετὰ αἱρετικῶν συνεσθίοντας πρεσβυτέρους;
Ἐρώτησις. Περὶ τῶν πρεσβυτέρων, τῶν βεβρωκότων μετὰ αἱρετικῶν ἅπαξ καὶ δὶς καὶ μὴ κοινωνησάντων ἢ ὑπογραψάντων, εἰ χρὴ τούτους δέχεσθαι εἰς συνεστίασιν καὶ ψαλμῳδίαν, χωρὶς σφραγῖδος ἢ μετὰ σφραγῖδος. Ἀπόκρισις, Ἐπὶ τῶν τοιούτων τηρητέον, εἰ οἱ βεβρωκότες ἱερεῖς μετὰ ἱερέων αἱρετικῶν ἤ λαϊκῶν ἔφαγον, καὶ ὁμολογούμενον, εἰ ὀρθοφρονούντων μέν, [μὴ] κοινωνούντων δὲ τοῖς αἱρετικοῖς, μεῖζον δὲ τὸ κρῖμα ἐπὶ τῶν ἱερωμένων. Μετανοίᾳ δὲ ἀξιολόγῳ προσδεκτέον ἑκατέρους, κοινωνῆσαι δὲ χρὴ αὐτοῖς ἄλλων τε προσευχῶν καὶ σφραγίδων.
Ἐρώτησις ι´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Εἰ χρῇ συνεσθίειν μετὰ τῶν τῇ αἱρέσει ὑπογραψάντων κοσμικῶν.
Ἐρώτησις. Περὶ τῶν ὑπογραψάντων κοσμικῶν ἐν τῇ αἱρέσει καὶ κοινωνούντων, εἰ χρὴ τοὺς τοιούτους κοσμικοὺς κοσμικοῖς ὀρθοδόξοις συνεσθίειν. Ἀπόκρισις, Ἡ ἀδιαφορία τῶν κακῶν τὸ αἴτιον· Ἀναμέσον γάρ, φησί, καθαροῦ καὶ βεβήλου οὐ διέστελλον. Χρὴ οὖν, εἴ περ ζηλωταὶ εἰσιν ὀρθοδοξοῦντες, μὴ προσίεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν, εἰ μὴ πρότερον ὑπὲρ τῆς πονηρᾶς ὑπογραφῆς ἐπιτιμηθεῖεν, εἶτα καὶ ἀπόσχοιντο τῆς αἱρετικῆς κοινωνίας. Ἐπειδὴ δὲ κατὰ περίστασιν φεύγοντες τοὺς κινδύνους, χραίνονται τῇ αἱρετικῇ κοινωνίᾳ τινές, ὁμολογοῦντας τὴν προπέτειαν καὶ μετανοοῦντας, προσδεκτέον εἰς συνεστίασιν. Καὶ τοῦτο οὐκ ἀδιαφόρως, ἀλλὰ κατὰ σύμβασίν τινα περιστατικὴν καὶ φέρουσαν ἐντεῦθεν κέρδος ἀμφοτέροις, ἀλλ᾿ οὐ ζημίαν ψυχικήν.
Ἐρώτησις ια´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Εἰ ἐφεῖται βαπτισθῆναι ὑπὸ κοινωθέντος ἱερέως, ἐν ἐλλείψει ὀρθοδόξου;
Ἐρώτησις. Περὶ τῶν θελόντων βαπτισθῆναι, ἐὰν μὴ εὑρεθῇ ὀρθόδοξος πρεσβύτερος ἢ ἄμεμπτος, εἰ χρὴ βαπτισθῆναι ὑπὸ τῶν κοινωθέντων ἱερέων ἢ ἀκηρύκτων, μάλιστα ἐὰν θάνατος κατεπείγῃ. Ἀπόκρισις. Τύπος τοιοῦτος ἐξεφωνήθη ἐνταῦθα παρά τε ὁμολογητῶν ἱεραρχῶν τε καὶ καθηγουμένων, τοὺς εἰρημένους πρεσβυτέρους παύεσθαι μὲν τῆς λειτουργίας διὰ τὴν αἱρετικὴν κοινωνίαν, συγχωρεῖσθαι δέ, μὴ εὑρισκομένου ἱερέως, καὶ βαπτίζειν καὶ μεταδιδόναι τῶν ἁγιασμάτων, προτετελεσμένων ἐξ ἀκρατήτου ἱερέως, σχῆμά τε διδόναι μοναχοῦ, εὐχήν τε ποιεῖν ἐπὶ ἐκκομιδῇ, Εὐαγγέλιόν τε ἐκφωνεῖν ἐπὶ ὄρθρου, καὶ γε τῶν Θεοφανείων ὕδωρ εὐλογεῖν, ὡς εἰρηται, κατὰ περίστασιν, διὰ τὸ μὴ ἐναπομένειν τοὺς λαοὺς παντάπασιν ἀνηκόους τοῦ Εὐαγγελίου καὶ ἀφωτίστους. Εἰ οὖν συναρέσκει καὶ ὑμῖν, κρατείτω ὁ τοιοῦτος τύπος καὶ ἐν τοῖς αὐτόθι.
Ἐρώτησις ιβ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ἂν ἐπιτιμᾶται ὁ ἀποσχίσας καὶ μετανοῶν;
Ἐρώτησις. Περὶ τῶν ἀποσχισάντων καὶ μετανοίᾳ προσερχομένων, εἰ ἔξεστι τοῖς τοιούτοις ἐπιτιμίαν διδόναι ἢ δέχεσθαι αὐτούς. Ἀπόκρισις. Ἤδη ἐν τοῖς ἀνωτέρω προδεδήλωται, ὅτι χρὴ διδόναι, καὶ παρέλκον τὸ αὐτὸ ἐπικυκλεῖν.
Ἐρώτησις ιγ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ὅτι οὐ δεκτὸς ὁ ὑπὸ καθηρημένου ἐπισκόπου χειροτονηθεὶς πρεσβύτερος.
Ἐρώτησις. Ἐὰν επίσκοπος, ἐν ἐγκλήματι περιπεσών, ὑπὸ συνόδου καθαιρεθείη, εἶτα πάλιν χειροτονήσῃ πρεσβύτερον, ὁ δὲ αὐτὸς πρεσβύτερος, ἐν μοναστηρίῳ παραγενόμενος, ὑπὸ τοῦ ἰδίου πατρὸς δέξηται ἐπιτιμίαν πρὸ χρόνων, καὶ μετὰ ταῦτα ἐνεργῇ ἐν τῇ ἱερωσύνῃ, εἰ χρὴ δέχεσθαι τὸν τοιοῦτον ἱερέα, εἰ ἀνέγκλητός ἐστι, δεόμεθα. Ἀπόκρισις. Προφανοῦς οὔσης τῆς ἀτοπίας, οὐδὲ ἐπερωτῆσαι ὑμᾶς ἐχρῆν περὶ τοῦ τοιούτου ἐγκλήματος, εἴρηκε γὰρ ὁ Κύριος· Οὐ δύναται σαπρὸν δένδρον καρπὸν καλὸν ποιεῖν· οὐχ ὅτι ὑπὸ τοῦ ἰδίου ἡγουμένου, ἀλλὰ κἂν ὑπὸ ἁγίου τινὸς ἐπιτιμηθεὶς ὁ τοιοῦτος ἀπολέλυται τοῦ λειτουργεῖν, οὔτε γὰρ αὐτὸς ἱερεύς, οὔτε ὁ λύσας ἅγιος. Ἐπεὶ οὕτω, παρατραπήσεται πάντα τὰ κανονικὰ παραγγέλματα καὶ οἰχήσεται.
Ἐρώτησις ιδ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Περὶ πρεσβυτέρων συμφαγόντων μετὰ ἑτεροδόξων καὶ Κωνσταντίνου τοῦ μητροπολίτου.
Ἐρώτησις. Περὶ τῶν πρεσβυτέρων τῶν ἀπὸ ὀρθοδόξων χειροτονηθέντων, μὴ ὑπογραψάντων δὲ μηδὲ κοινωνησάντων, συμφαγόντων δὲ μόνον μετὰ Κωνσταντίνου τοῦ Μητροπολίτου. Ἀπόκρισις. Ἐν τοῖς ἀνωτέρω προαπεδόθη ὁ περὶ τούτου λόγος. Εἴτε οὖν μετὰ Κωνσταντίνου, εἴτε μεθ᾿ οἱουδήποτε τῶν ἑτεροδόξων ἡ συνεστίασις γέγονε, μετανοίᾳ ἀξιολόγῳ ὁ συνεστιασθεὶς τοῦ ἐγκλήματος ἀπολέλυται, οὐ μόνον πρὸς συνεστίασιν τῶν πεφυλαγμένων, ἀλλὰ καὶ πρὸς ἣν ἠξιώθησαν ἱερωσύνην. Τὸ δὲ μέτρον τοῦ ἐπιτιμίου οὐ δυνατὸν ὡρισμένως ὑποβάλλειν, διὰ ποιότητα καὶ προσώπου καὶ τρόπου, ὥστε ἐν δυσὶν ἢ τρισὶ τεσσαρακοσταῖς ἀρκεῖσθαι τὸν ἐπιτιμηθέντα.
Ἐρώτησις ιε´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Περὶ τῶν κατ᾿ ἄγνοιαν συμφαγόντων μετὰ πρεσβυτέρων βεβρωκότων μετὰ τοῦ αὐτοῦ μητροπολίτου.
Ἐρώτησις. Περὶ πρεσβυτέρων, ὁμοίως ὑπὸ ὀρθοδόξων χειροτονηθέντων καὶ κατὰ ἄγνοιαν συμφαγόντων μετὰ πρεσβυτέρων βεβρωκότων μετὰ τοῦ αὐτοῦ μητροπολίτου. Ἀπόκρισις, Γέγραπται· Πᾶν τὸ ἐν ἀγνοίᾳ, καθαρισθήσεται, ὥστε ἀνένοχοί εἰσι παντὸς ἐπιτιμίου.
Ἐρώτησις ις´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ὅτι καὶ ὁ ἁπλοῦς μοναχὸς δίδωσιν ἐπιτίμιον.
Ἐρώτησις. Περὶ πρεσβυτέρων ὀρθοδόξων, ἤγουν Ἱλαρίωνος, καὶ Εὐστρατίου μοναχοῦ, ἂν ἔχωσιν ἐξουσίαν διδόναι τὰ ἐπιτίμια. Ἀπόκρισις. Προείρηται κἂν τοῖς ἀνωτέρω, ὅτι χρὴ διδόναι. Ἐπειδὴ δὲ ἐμφαίνει ἡ ἐρώτησις, εἰ δεῖ καὶ τὸν μὴ ἔχοντα ἱερωσύνην διδόναι κατὰ ἀπορίαν πρεσβυτέρου καὶ πίστιν προσιόντος, οὐκ ἔξω τοῦ εἰκότως, καὶ τὸν ἁπλῶς μοναχὸν ἐπιτίμιον διδόναι.
Ἐρώτησις ιζ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Περὶ τοῦ κατ᾿ ἄγνοιαν λαβόντος τὸ ἱερὸν σχῆμα ὑπὸ πρεσβυτέρου χειροτονηθέντος ὑπὸ καθηρημένου.
Ἐρώτησις. Περὶ μονάζοντος, τοῦ λαβόντος τὸ ἱερὸν σχῆμα κατὰ ἄγνοιαν ἀπὸ πρεσβυτέρου χειροτονηθέντος ὑπὸ καθῃρημένου. Ἀπόκρισις. Εἴρηται ἐν ἑτέρῳ κεφαλαίῳ, ὅτι πᾶν τὸ κατὰ ἄγνοιαν καθαρισθήσεται καὶ οὐκ ἐξὸν ἀποστρέφεσθαι τὴν μετὰ τοιούτων συνεστίασιν, καὶ ἐπὶ ἄλλων τὴν σύμβασιν ποιούντων ὁμοίως καὶ φιλίαν. Ταῦτά σοι μὲν ὡς συμψύχῳ καὶ συμπόνῳ ἡμεῖς κατὰ τὸ ἐφικτὸν ἀνεπτύξαμεν, αὐτὸς δὲ μεταδοίης ἀσφαλῶς τοῖς ἐπερωτήσασιν ἀδελφοῖς· Οὐ γὰρ πάντων ἡ πίστις, οὐδὲ πολλοῖς ἐκπέφρασται τὰ τοιάδε, οὐ μόνον διὰ τὴν ἄγνοιαν τῶν ἀνομησάντων, ἀλλὰ καὶ διὰ τοὺς πειρασμοὺς τῶν κρατούντων. Ἀνθ᾿ ὧν δὲ οἱ εὐλαβέστατοι ἀπεστάλκασιν ἀποστολῶν πολλῶν τε καὶ καλῶν, ἀμείψοιντο παρὰ Θεοῦ τὴν ἀξίαν μισθαποδοσίαν, καὶ τάδε τὰ δύο μαλακίσκια εἰς ὑπόμνημα φιλίας. Ἔρρωσθε ἐν Κυρίῳ, τιμιώτατοι, προσευχόμενοι ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας.
_____________________________________________

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου